Wp/grc/Ἀσπὶς Ἡρακλέους
| Ἀσπὶς Ἡρακλέους | ||||||||
|---|---|---|---|---|---|---|---|---|
|
Ἡ Ἀσπὶς Ἡρακλέους ποίημα ἐπικὸν ἀρχαῖόν ἐστιν, ὃ πάλαι Ἡσιόδῳ ἀνετίθετο. Τὸ δὲ ποίημα περὶ τῆς στρατείας Ἡρακλέους καὶ Ἰολάου πρὸς Κύκνον, τὸν Ἄρεως υἱόν, διηγεῖται, ὃς Ἡρακλέα εἰς μάχην προεκαλέσατο, ὅτε διὰ Θετταλίας ἐπορεύετο. Ὑποτίθεται δὲ τὸ ποίημα συντεθῆναι μεταξὺ τοῦ τέλους τοῦ ἑβδόμου καὶ μέσου τοῦ ἕκτου πρὸ Χριστοῦ αἰῶνος (700–550 π.Χ.).
Ἔνιοι δὲ ὑπειλήφασιν ὅτι τοῦτο τὸ ἔπος ἀντιθετταλικὴν διάθεσιν ἐμφαίνει μετὰ τὸν πρῶτον ἱερὸν πόλεμον, ὃς ἀπὸ τοῦ πεντακοσιοστοῦ ἐνενηκοστοῦ πέμπτου μέχρι τοῦ πεντακοσιοστοῦ ὀγδοηκοστοῦ πέμπτου ἔτους πρὸ Χριστοῦ ἐγένετο (595–585 π.Χ.): ἐν γὰρ τῷ ἔπει, ἥρως Θετταλὸς τὸν Φωκικὸν νεὼν ἀδικῶν ὑπὸ Βοιωτίου ἥρωος (Ἡρακλέους) ἀναιρεῖται, οὗ ὁ θνητὸς πατὴρ Ἀμφιτρύων Λοκροὺς καὶ Φωκέας συμμάχους εἶχεν. Τοῦτο δὲ τὸ ποίημα πατρῷον δοκεῖ γενέσθαι, ὃ ᾔδετο ἐν Βοιωτικῇ ἑορτῇ μεσοῦντος τοῦ θέρους, κατὰ τὸ καῦμα τῆς ἐπιτολῆς τοῦ Κυνός.
Δοκεῖ δέ, προοιμίου χάριν, ἔπη ἑξήκοντα ἓξ ἐκ τοῦ Ἡσιοδείου Καταλόγου Γυναικῶν εἰλῆφθαι. Ὁ δὲ Ἀριστοφάνης ὁ Βυζάντιος, κριτικὸς τοῦ τρίτου καὶ δευτέρου αἰῶνος πρὸ Χριστοῦ (3ος–2ος αἰ. π.Χ.), ὃς τὸν Κατάλογον Ἡσιόδου ἔργον εἶναι ἐνόμιζε, τὸν δανεισμὸν ἐσημειώσατο, ὅπερ αὐτὸν ὑποπτεῦσαι ἐποίησεν ὅτι ἡ Ἀσπὶς νόθος εἴη.