Jump to content

Wp/grc/Ἀρχαία Ἑλληνικὴ Γραμματεία

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Ἀρχαία Ἑλληνικὴ Γραμματεία
 Τοῦτο τὸ λῆμμα γέγραπται τῇ Ἀττικῇ διαλέκτῳ.
 Τοῦτο τὸ λῆμμα ἀνατεθεώρηται.

ἀρχαία Ἑλληνικὴ ποίησις καὶ γραμματεία εἰσὶν τὰ συγγράμματα τὰ γραφέντα τῇ ἀρχαίᾳ Ἑλληνικῇ γλώσσῃ ἀπὸ τῶν πρώτων ἔργων ἕως χρόνων Βυζαντινῆς Αὐτοκρατορίας. Τὰ πρῶτα σωζόμενα ἔργα τῆς Ἑλληνικῆς ποιήσεως, ἀνήκοντα εἰς τὴν πρώιμον ἀρχαϊκὴν περίοδον, εἰσὶν δύο ἐπικὰ ποιήματα, ἡ Ἰλιὰς καὶ ἡ Ὀδύσσεια, περὶ τῶν ἐν τῷ ἡρωϊκῷ παρελθόντι πραγμάτων, ἃ νῦν νομίζεται σχέσιν τινὰ ἔχειν πρὸς τοὺς Μυκηναϊκοὺς χρόνους. Ταῦτα δὲ τὰ ἔπη, σὺν τοῖς Ὁμηρικοῖς ὕμνοις καὶ τοῖς δυσὶ ποιήμασιν Ἡσιόδου, τῇ Θεογονίᾳ καὶ τοῖς Ἔργοις καὶ Ἡμέραις, ἐγένοντο τὰ μέγιστα θεμέλια τῆς Ἑλληνικῆς γραπτῆς παραδόσεως, ἥτις διεδόθη διὰ τῶν κλασικῶν, Ἑλληνιστικῶν καὶ Ῥωμαϊκῶν χρόνων.

Οἱ λυρικοὶ ποιηταὶ Σαπφώ, Ἀλκαῖος καὶ Πίνδαρος μέγα ἐπηρέασαν τὴν πρώιμον ἀνάπτυξιν τῆς Ἑλληνικῆς ποιητικῆς παραδόσεως. Αἰσχύλος ἐστὶν ὁ πρῶτος τῶν τραγικῶν ποιητῶν οὗ σώζονται τραγῳδίαι ὁλόκληροι· Σοφοκλῆς δὲ διέπρεψε ταῖς περὶ Οἰδίποδος τραγῳδίαις, μάλιστα τῷ Οἰδίποδι Τυράννῳ καὶ τῇ Ἀντιγόνῃ. Εὐριπίδης δὲ ἐκείναις ταῖς τραγῳδίαις ἐγνώσθη αἳ πολλάκις τὰ ὅρια τοῦ εἴδους ὑπερέβησαν. Ὁ μὲν κωμῳδιογράφος Ἀριστοφάνης ἔγραψε ἐν τῇ παλαιᾷ κωμῳδίᾳ, ὁ δὲ ὕστερος Μένανδρος πρωτοπόρος ἐγένετο τῆς νέας κωμῳδίας. Ἡρόδοτος ὁ Ἁλικαρνασσεὺς καὶ Θουκυδίδης, οἳ ἀμφότεροι τῷ πέμπτῳ (5ῳ) αἰῶνι π.Χ. ἔζησαν, τὰ καθ’ ἑαυτοὺς συμβάντα ἔγραψαν. Ὁ φιλόσοφος Πλάτων διαλόγους συνέγραψε, ἐν οἷς ὁ Σωκράτης πλεῖστα πρωταγωνιστεῖ· ὁ δὲ μαθητὴς αὐτοῦ Ἀριστοτέλης πολλὰ συγγράμματα ἐξέθετο, ἃ μετέπειτα μεγάλην ἔσχον ἀξίαν

Ἐν τοῖς μεταγενεστέροις χρόνοις ἀναφαίνονται Ἀπολλώνιος ὁ Ῥόδιος, ὁ τὰ Ἀργοναυτικὰ συντάξας· Ἀρχιμήδης, ὃς καινοτόμα μαθηματικὰ συγγράμματα ἀφῆκε· καὶ Πλούταρχος, ὁ τούς τε Βίους Παραλλήλους καὶ τὰ Ἠθικὰ συγγράψας. Λουκιανὸς ὁ Σαμοσατεύς, συγγραφεὺς τοῦ δευτέρου (2ου) αἰῶνος μ.Χ., σατιρικὰ ἔργα συνέγραψεν. Ἡ ἀρχαία Ἑλληνικὴ γραμματεία μέγα ἐπηρέασε τήν τε ὕστερον Ἑλληνικὴν καὶ τὴν δυτικὴν λογοτεχνίαν ἅπασαν· μάλιστα δὲ πολλοὶ Ῥωμαῖοι συγγραφεῖς ὑπὸ τῶν Ἑλλήνων προδρόμων ἐπηρεάσθησαν. Ἀπὸ δὲ τῆς Ἀναγεννήσεως καὶ ἐφεξῆς, Εὐρωπαῖοι ποιηταί, οἷον Δάντης, Σαίξπηρος, Μίλτων καὶ ὁ λεγόμενος Ἰωῡ́κης (Joyce), ἀφειδῶς ἐκ τῶν ἀρχαίων μύθων καὶ προτύπων ἤντλησαν.

Ἱστορία

[edit | edit source]

Πρώιμα συγγράμματα

[edit | edit source]

Τὰ πρῶτα γνωστὰ Μυκηναϊκὰ Ἑλληνικὰ γράμματα εἰσίν, γεγραμμένα τῇ Γραμμικῇ γραφῇ Β ἐπὶ πηλίνων πινακίδων. Ταῦτα τὰ γράμματα περιέχουσιν ἁπλᾶς ἀπογραφάς—καταλόγους, λογισμούς, ἀποδείξεις—καὶ οὐδεμία ἀληθὴς γραμματεία ἐν αὐτοῖς εὑρέθη. Μιχαὴλ Οὐέντρις καὶ Ἰωάννης Χάντουικ, οἱ πρῶτοι ἐξηγηταὶ τῆς Γραμμικῆς Β, φασὶν εἰκὸς εἶναι γραμματείαν ἐν τῇ Μυκηναϊκῇ Ἑλλάδι ὑπάρχειν· ἀλλ’ ἤτοι οὐδέποτε ἐγράφη, ἢ—εἰ ἐγράφη—ἐπ᾽ ἐλαφρῶν διφθέρων ἢ ξυλίνων πινακίδων, αἵτινες μετὰ τὴν φθορὰν τῶν Μυκηναϊκῶν ἀνακτόρων τῷ δωδεκάτῳ (12ῳ) αἰῶνι π.Χ. οὐ διεσώθησαν.

Ἡ Ἑλληνιστικὴ περίοδος

[edit | edit source]

Μετὰ τὰς κατακτήσεις Ἀλεξάνδρου τοῦ Μεγάλου, αἱ μὲν Ἀθῆναι ἀπέβαλον τὴν ἡγεμονίαν τοῦ Ἑλληνικοῦ πολιτισμοῦ, ἡ δὲ Ἀλεξάνδρεια ἡ ἐν Αἰγύπτῳ κατέλαβεν αὐτήν. Ὁ Πτολεμαῖος ὁ Πρῶτος ἔκτισε τὸ Μουσεῖον—ἱερὸν τῶν Μουσῶν, ἐν ᾧ βιβλιοθήκη καὶ διδασκαλεῖον ἐνῆσαν. Ἡ Βιβλιοθήκη, ἀναβαίνουσα εἰς πλέον ἢ πεντήκοντα μυριάδας βιβλίων, ἐσκοπεῖτο πᾶν ἔργον τῆς ἀρχαίας γραμματείας συναγαγεῖν.

Ἡ Ῥωμαϊκὴ περίοδος

[edit | edit source]

Ἐπείπερ ἡ πόλις-κράτος εἰς αὐτοκρατορίαν μετεβλήθη, τῆς φιλοσοφίας μεταθείσης τὴν ἔμφασιν ἀπὸ πολιτικῆς θεωρίας ἐπὶ ἠθικὴν ἰδιωτικήν, καὶ ἡ Ἑλληνικὴ γραμματεία ἐπ’ Ῥωμαίων ἠυξήθη. Ῥωμαῖοι μὲν πρὸς τὰ Ἑλληνικὰ παραδείγματα ἀπέβλεπον, Ἕλληνες δὲ καὶ Ῥωμαῖοι πάσης μορφῆς γραμματείαν ἔγραφόν τε καὶ ἀνεγίνωσκον. Ἐπίσημον τῆς περιόδου ἦν ἡ ἄνθησις τῆς λογοτεχνικῆς κριτικῆς, ὡς ἐν τοῖς συγγράμμασι Δημητρίου, Ψευδο-Λογγίνου καὶ Διονυσίου τοῦ Ἁλικαρνασσέως δηλοῦται.

Ποίησις

[edit | edit source]

Ἡ ἀρχαϊκὴ ἐπικὴ ποίησις· Ὅμηρος καὶ Ἡσίοδος

[edit | edit source]

Ἐν ἀρχῇ τῆς Ἑλληνικῆς γραμματείας διακρίνονται δύο μεγάλα ἔπη, ἡ Ἰλιὰς καὶ ἡ Ὀδύσσεια. Ἡ μὲν Ἰλιὰς τὴν μῆνιν τοῦ Ἀχιλλέως διηγεῖται, πρᾶγμα ἐν δέκα μόνον ἡμέραις, ἐγγὺς τοῦ τέλους τοῦ δεκαετοῦς πολέμου, γενόμενον· ἡ δὲ Ὀδύσσεια τὸν νόστον τοῦ Ὀδυσσέως ἐξιστορεῖ, ὃς μετὰ δέκα ἔτη πολέμου καὶ ἄλλα δέκα ἔτη πλάνης οἴκαδε ἀφικνεῖται. Ἡσίοδος δέ (περὶ 700 π.Χ.) ἐν τοῖς Ἔργοις καὶ Ἡμέραις καὶ τῇ Θεογονίᾳ τὸν γεωργικὸν βίον καὶ τὴν κοσμογονίαν συστηματικῶς ἐποίησεν.

Ἐλεγεία καὶ ἴαμβος

[edit | edit source]

Ἡ ἐλεγειακὴ καὶ ἰαμβικὴ ποίησις ἀμφότεραι τῇ Ἰωνίδι διαλέκτῳ ἐγράφοντο. Ἀρχίλοχος ὁ Πάριος (7ος αἰὼν π.Χ.) ἐν τούτῳ τῷ εἴδει ὁνομαστὸς ἐγένετο· τὰ δὲ σωζόμενα θραύσματα δηλοῦσιν ὡς ὀξὺς ἀνὴρ ἦν καὶ ταραχώδη βίον ἔζη.

Ἡ λυρικὴ ποίησις

[edit | edit source]

Ἡ ποίησις ἡ λύρᾳ ᾀδομένη ἐκ τούτου λυρικὴ καλεῖται. Ἐπιφανέστατοι τῶν ποιητῶν τούτων οἱ λεγόμενοι Ἐννέα Λυρικοὶ ἦσαν· ἐξ αὐτῶν δὲ μάλιστα ἐτιμήθη Σαπφὼ ἡ Λεσβία (περὶ 630–570 π.Χ.), ἧς μία ᾠδὴ ὁλόκληρος διεσώθη. Ἐξέχοντες δὲ ἦσαν καὶ Ἀλκαῖος, Ἀλκμὰν καὶ Πίνδαρος ὁ Θηβαῖος.

Ἡ ποίησις τῶν Ἑλληνιστικῶν χρόνων

[edit | edit source]

Θεόκριτος πρῶτος τὸ βουκολικὸν εἶδος ἐξεῦρεν, ᾧ ὕστερον ὁ Οὐεργίλιος ἐν ταῖς Ἐκλογαῖς ἐχρήσατο. Καλλίμαχος τὰ Αἴτια ἐν τέτταρσι βιβλίοις ἔγραψεν, Ἀπολλώνιος ὁ Ῥόδιος τὴν Ἀργοναυτικήν, Ἄρατος δὲ τὰ Φαινόμενα, ἔπος ἑξάμετρον περὶ ἀστρονομίας.

Ἡ ποίησις τῶν ὕστερων Ῥωμαϊκῶν χρόνων

[edit | edit source]

Κόϊντος ὁ Σμυρναῖος (4ος αἰὼν μ.Χ.) τὰ Μεθ’ Ὅμηρον ἔγραψεν, ἔπος τὴν πτῶσιν Ἰλίου διηγούμενον. Ὁ δὲ Νόννος ὁ Πανοπολίτης (5ος αἰὼν μ.Χ.) τὰ Διονυσιακὰ συνέθηκεν, τὸ μακρότατον σωζόμενον ἔπος τῆς ἀρχαιότητος.

Δρᾶμα

[edit | edit source]

Πάντα τὰ σωζόμενα Ἑλληνικὰ δράματα ὑπὸ Ἀθηναίων δραματουργῶν ἐγράφησαν, καὶ τῇ Ἀττικῇ διαλέκτῳ σχεδὸν μόνῃ κέχρηνται. Αἱ χορικαὶ παραστάσεις κοινὴ παράδοσις ἦσαν ἐν πάσαις ταῖς Ἑλληνικαῖς πόλεσιν. Οἱ Ἀθηναῖοι τὸν Θέσπιν ἐτίμων ἐπὶ τῷ εὑρεῖν τὸ δρᾶμα· οὗτος γὰρ πρῶτος ὑποκριτὴν εἰσήγαγεν, οὗ τὸ ἔργον ἦν πρὸς τὸν κορυφαῖον διαλέγεσθαι. Ὕστερον οἱ ποιηταὶ τοὺς ὑποκριτὰς εἰς τρεῖς ηὔξησαν, ἐλευθερίαν μείζονα τῇ διηγήσει παρεχόμενοι.

Τραγῳδία

[edit | edit source]

Μετὰ τοὺς Περσικοὺς πολέμους τὸ ἐγερθὲν πνεῦμα τῶν Ἀθηναίων ἐν μυρίαις τραγῳδίαις ἐξεφάνη, γεγραμμέναις περὶ ἡρωικὰ καὶ μυθικὰ πράγματα τοῦ παρελθόντος. Αἱ τραγικαὶ παραστάσεις ἀνεπτύχθησαν ἐκ χορικῶν ᾠδῶν καὶ διαλόγων κατὰ τὰς Διονυσιακὰς ἑορτάς. Ἐν τῇ κλασικῇ περιόδῳ μία ἡμέρα παραστάσεων περιεῖχεν τρεῖς τραγῳδίας καὶ ἓν σατυρικὸν δρᾶμα. Οἱ πλούσιοι πολῖται, οἱ καλούμενοι χορηγοί, λειτουργίαν δημοσίαν καὶ ἱερὰν ὑπεῖχον τῆς σκευῆς καὶ τῆς παιδεύσεως τοῦ χοροῦ. Ἡ παρακολούθησις τῶν ἑορτῶν ἐνομίζετο πρᾶξις θρησκευτική, καὶ αἱ παραστάσεις ἐγίγνοντο ἐν τῷ μεγάλῳ ὑπαίθρῳ Θεάτρῳ τοῦ Διονύσου ἐν ταῖς Ἀθήναις, ἔνθα οἱ ποιηταὶ περὶ τοῦ βραβείου τῆς νίκης ἠγωνίζοντο. Πᾶσαι αἱ πλήρως σωζόμεναι τραγῳδίαι Αἰσχύλῳ, Σοφοκλεῖ ἢ Εὐριπίδῃ ἀποδίδονται· ἡ δὲ τοῦ Προμηθέως Δεσμώτου καὶ τοῦ Ῥήσου ἀπόδοσις ἀμφισβητεῖται.

  • Αἰσχύλος: ἑπτὰ τραγῳδίαι σῴζονται, ὧν αἱ τρεῖς —Ἀγαμέμνων, Χοηφόροι, Εὐμενίδες—τὴν τριλογίαν Ὀρέστειαν ἀποτελοῦσιν.
  • Σοφοκλῆς: ἑπτὰ σῴζονται· τὰ Θηβαϊκὰ τρία —Οἰδίπους Τύραννος, Οἰδίπους ἐπὶ Κολωνῷ, Ἀντιγόνη—περὶ Οἰδίποδα καὶ τὸ γένος αὐτοῦ στρέφεται.
  • Εὐριπίδης: δεκαεννέα σῴζονται, ὧν γνωριμώτατα ἡ Μήδεια, ὁ Ἱππόλυτος, αἱ Βάκχαι· πολλάκις δὲ τὰ ὅρια τοῦ τραγικοῦ γένους ὑπερέβη.

Κωμῳδία

[edit | edit source]

Ὡσαύτως ἐκ τελετῆς Διονύσου ἡ κωμῳδία ἀνέβλαστεν, ἀσελγείας καὶ λοιδορίας πλήρης. Ἀθήνησι τῷ 486 π.Χ. αἱ κωμῳδίαι ἄθλων ἔτυχον.

  • Ἀρχαία Κωμῳδία: Τὰ μόνα πλήρη σωζόμενα δράματά ἐστιν ἕνδεκα τοῦ Ἀριστοφάνους, οἷον αἱ Ὄρνιθες, αἱ Νεφέλαι, καὶ ἡ Λυσιστράτη.
  • Νέα Κωμῳδία: Τῇ Ἑλληνιστικῇ περιόδῳ ἐπεκράτησεν· ὁ δὲ κορυφαῖος τοῦ εἴδους ἦν Μένανδρος ὁ Ἀθηναῖος. Ὁ Δύσκολος αὐτοῦ σχεδὸν ὅλος διέσωσται.

Σατυρικὸν Δρᾶμα

[edit | edit source]

Τὸ τρίτον γένος ἦν τὸ σατυρικόν. Μόνον ἓν δρᾶμα ὁλόκληρον σῴζεται, ὁ Κύκλωψ τοῦ Εὐριπίδου· μεγάλα δὲ τμήματα τῶν Ἰχνευτῶν τοῦ Σοφοκλέους ἐν ταῖς Παπύροις Ὀξυρυγχίταις εὑρέθη.

Φιλοσοφία

[edit | edit source]

Μιλήσιοι φιλόσοφοι

[edit | edit source]

Ἐν τοῖς πρώτοις Ἕλλησι φιλοσόφοις ἦσαν οἱ τρεῖς λεγόμενοι «Μιλήσιοι»: Θαλῆς ὁ Μιλήσιος, Ἀναξίμανδρος, καὶ Ἀναξιμένης. Τῶν δὲ συγγραμμάτων τούτων τῶν φιλοσόφων, πλὴν ἑνὸς ἀποσπάσματος τοῦ Ἀναξιμάνδρου ὑπὸ Σιμπλικίου τοῦ Κιλικίου διασωθέντος, οὐδὲν ἄλλο σῴζεται.

Προσωκρατικοί

[edit | edit source]

Πολλοὶ λόγου ἄξιοι φιλόσοφοι τῷ πέμπτῳ (5ῳ) αἰῶνι π.Χ. ἔζησαν. Τοῦ δὲ φιλοσοφικοῦ ποιήματος Περὶ Φύσεως τοῦ Ἐμπεδοκλέους τοῦ Ἀκραγαντίνου μέγα μέρος σῴζεται, ὥστε τὸν Ἐμπεδοκλέα εἶναι ἕνα τῶν βεβαιοτάτων Προσωκρατικῶν. Πολλὰ δὲ ἀποσπάσματα καὶ Ἡρακλείτου τοῦ Ἐφεσίου καὶ Δημοκρίτου τοῦ Ἀβδηρίτου διεσώθη.

Πλάτων καὶ Ἀριστοτέλης

[edit | edit source]

Ἐκ πάντων τῶν κλασικῶν φιλοσόφων ὧν τὰ συγγράμματα ἔτι ἔχομεν, κυριώτατοι νομίζονται Πλάτων τε καὶ Ἀριστοτέλης.

  • Πλάτων τὰς ἰδέας αὑτοῦ δι’ ἡθοποιημένων Σωκρατικῶν διαλόγων παρέθηκεν. Ἐκ τῶν γνωριμωτάτων ἔργων αὐτοῦ ἐστιν: ἡ Ἀπολογία Σωκράτους (λόγος ἐν τῇ δίκῃ), ὁ Φαίδων (περὶ τῆς ψυχῆς πρὸ τοῦ θανάτου), τὸ Συμπόσιον (περὶ Ἔρωτος), καὶ ἡ Πολιτεία (περὶ τοῦ ἰδανικοῦ πολιτικοῦ κόσμου).
  • Ἀριστοτέλης, μαθητὴς τῆς Ἀκαδημίας γενόμενος, ὕστερον ἐν Ἀθήναις τὸ Λύκειον ἐθεμελίωσε. Ἐκ τῶν ἔτι σωζομένων συγγραμμάτων αὐτοῦ ἀναφαίνεται ἡ ποικιλία ὧν ἐπραγματεύετο: λογικήν, φυσικὴν καὶ βιολογικὴν ἐπιστήμην, ἠθικὴν καὶ πολιτικὴν θεωρίαν. Ἐξέχουσι δὲ ἡ Πολιτική, τὰ Ἠθικὰ Νικομάχεια, ἡ Ποιητική, τὸ Περὶ Ψυχῆς, καὶ ἡ Ῥητορική.

Νεοπλατωνισμός

[edit | edit source]

Ὕστερον Πλωτῖνος τὴν Πλατωνικὴν φιλοσοφίαν εἰς σχολὴν μετεμόρφωσεν, ἣν Νεοπλατωνισμὸν καλοῦμεν· αἱ Ἐννεάδες αὐτοῦ τὴν Εὐρωπαϊκὴν σκέψιν μέχρι τοῦ ἑπτακαιδεκάτου (17ου) αἰῶνος ἐπηρέασαν. Ἡ δὲ διδασκαλία αὐτοῦ μάλιστα περὶ τὸν Νοῦν, τὴν Ψυχήν, καὶ τὸ Ἕν ἐστράφη.

Ψιλὸς Λόγος

[edit | edit source]

Τὸ Ἑλληνιστικὸν καὶ Ῥωμαϊκὸν Μυθιστόρημα

[edit | edit source]

Ὀλίγιστα μυθιστορήματα ἐκ τῆς Ἑλληνιστικῆς περιόδου ἐσώθησαν· τὰ δὲ πλεῖστα τῶν σωζομένων Ἑλληνικῶν ἐν τῇ Ῥωμαϊκῇ περιόδῳ συνετέθησαν. Τὰ Μιλησιακὰ ὑπὸ Ἀριστείδου τοῦ Μιλησίου, πιθανῶς κατὰ τὸν δεύτερον (2ον) αἰῶνα π.Χ., ἐγράφησαν· μέντοι ταῦτα οὐκ ἐσώθησαν, ἀλλ᾽ ἴχνη μόνον ἐν μνήμαις διασῴζονται. Τοῦτο δὲ τὸ βιβλίον κατέστησε καινὸν γένος, τὰ λεγόμενα «Μιλησιακὰ διηγήματα». Χαιρέας καὶ Καλλιρόη τοῦ Χαρίτωνος καὶ Μητίοχος καὶ Παρθενόπη ἐγράφησαν πρὸς τὸ τέλος τοῦ πρώτου (1ου) αἰῶνος π.Χ. ἢ τὴν ἀρχὴν τοῦ πρώτου (1ου) μ.Χ. Ἡ δὲ εὕρεσις πολλῶν ἀποσπασμάτων τῶν Φοινικικῶν τοῦ Λολλιανοῦ ἀποκαλύπτει ἀρχὴν πικαρέσκου εἴδους μυθιστορήματος. Τὸ Λευκίππη καὶ Κλειτοφῶν τοῦ Ἀχιλλέως Τατίου καὶ τὸ Δάφνις καὶ Χλόη τοῦ Λόγγου ἐγράφησαν κατὰ τὰς ἀρχὰς τοῦ δευτέρου (2ου) αἰῶνος μ.Χ. Τὸ δὲ Δάφνις καὶ Χλόη, τὸ γνωριμώτατον τῶν πέντε σωζομένων ἐρωτικῶν μυθιστορημάτων, μῦθος νοσταλγικός ἐστι περὶ δύο νέων ἐραστῶν ἐν ἰδεατῷ ποιμενικῷ κόσμῳ τῆς Λέσβου. Τὰ δὲ Θαύματα ὑπὲρ Θούλην τοῦ Ἀντωνίου Διογένους οὐκ ἐσώθη, ἀλλὰ περίληψις μακρὰ ὑπὸ Φωτίου τοῦ Πατριάρχου διεσώθη.

Λουκιανὸς καὶ ἡ Δευτέρα Σοφιστική

[edit | edit source]

Ὁ σατιρικὸς Λουκιανὸς ὁ Σαμοσατεὺς κατὰ τὸ τέλος τοῦ δευτέρου (2ου) αἰῶνος μ.Χ. ἔζη. Πλείω ἢ ὀγδοήκοντα συγγράμματα αὐτῷ ἀνατίθενται, πάντων σχεδὸν τῇ σφόδρα ἀττικιζούσῃ διαλέκτῳ γεγραμμένων, ἥτις τοῖς πεπαιδευμένοις τότε συνήθης ἦν. Τὸ δὲ Περὶ τῆς Συρίης Θεοῦ ψευδοϊωνικῇ διαλέκτῳ τὸν Ἡρόδοτον μιμεῖται. Γνωριμώτατον δ’ αὐτοῦ ἔργον ἐστὶν ἡ Ἀληθὴς Ἱστορία, ἣν ἔνιοι τὸ πρῶτον σωζόμενον τῆς ἐπιστημονικῆς φαντασίας μυθιστόρημα νομίζουσιν. Ὁ δὲ διάλογος Φιλοψευδής πλῆθος ἀρχαιοτάτων διηγήσεων περὶ φαντασμάτων περιέχει, καὶ τὴν πρώτην γνωστὴν μορφὴν τοῦ «Μάγου τοῦ Μαθητοῦ».

Ὕστερα Μυθιστορήματα

[edit | edit source]

Τὰ Αἰθιοπικὰ τοῦ Ἡλιοδώρου τοῦ Ἐμέσης ἐγράφησαν πιθανῶς τῷ τρίτῳ (3ῳ) αἰῶνι μ.Χ.· διηγεῖται δὲ τὴν ἱστορίαν τῆς νεαρᾶς πριγκιπίσσης Χαρικλείας, ἣ πολλὰς περιπετείας κατὰ τὴν οἰκουμένην ὑπέμεινεν. Ἡ λεγομένη Πρᾶξις Ἀλεξάνδρου, μυθώδης διήγησις τῶν ἔργων Ἀλεξάνδρου τοῦ Μεγάλου, τῷ τρίτῳ (3ῳ) αἰῶνι μ.Χ. ἐγράφη. Ὀγδοήκοντα ἐκδοχαὶ αὐτῆς ἐν εἴκοσι τέτταρσι γλώσσαις σῴζονται, αἳ μαρτυροῦσιν ὅτι κατὰ τοὺς Μέσους Αἰῶνας τὸ ἔργον τοῦτο σχεδὸν ὥσπερ ἡ Βίβλος ἐφιλεῖτο. Τόσην δὲ διάδοσιν εἶχεν τῷ τεσσαρεσκαιδεκάτῳ (14ῳ) αἰῶνι, ὥστε ὁ Γοδοφρῖδος Chaucer ἔγραψεν:

“…every wight that hath discrecioun / Hath herd somwhat or al of his fortune.”