Jump to content

Wp/grc/Ἀριστείδης

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Ἀριστείδης
Ὄστρακον φέρον Ἀριστείδου ὀνομασίαν

Ἀριστείδης ὁ Λυσιμάχου, πένης ὢν διὰ τὸν τρόπον ἄνευ ὅρκων ἐπιστεύετο. καὶ Καλλίου ποτὲ κρινομένου παρελθὼν εἶπεν, ἐμοὶ τὸν ἄνδρα χαρίσασθε: καὶ ἔτυχε. τοῦ δὲ χρυσίον ἀντιπέμψαντος, παρῃτήσατο εἰπών, ὁ μὲν Καλλίου βίος τῆς Ἀριστείδου χρῄζει πενίας, ἡ δὲ Ἀριστείδου πενία καταφρονεῖ τοῦ Καλλίου πλούτου. οὗτος Θεμιστοκλεῖ ποτε ἀντεπολιτεύσατο.

Συμπρεσβεύων δὲ αὐτῷ τὴν ἔχθραν, εἶπεν, ἔσω τῶν ὁρίων ἀφῶμεν, ὁμονοῶμεν δὲ ὑπὲρ τῆς πόλεως. οὕτω δὲ ἦν δίκαιος, ὡς μέλλοντος αὐτοῦ ἐξοστρακίζεσθαι ἀπὸ τῆς ἀγροικίας τις ὄστρακον αὐτῷ ἐπιδιδοὺς [ἠγνόει δὲ τὸν ἄνδρα] γράφειν ἠξίου τὸν ἐξοστρακισμόν. τοῦ δὲ ἐρωτήσαντος, τί Ἀριστείδης αὐτὸν λυποίη, πάνυ δίκαιος ὢν, ἔφη. καὶ γελάσας ὁ Ἀριστείδης ἔγραψε ψῆφον. ὁ αὐτὸς διέτριψεν ἐν Αἰγίνῃ φυγών. Ξέρξης δὲ ὡς αὐτὸν ἐν τῇ φυγῇ πρεσβευσαμένου καὶ τρισχιλίους δαρεικοὺς, ὅτε ἐπῄει τὴν Ἑλλάδα, διδόντος, οὐδὲν ἐπιστρέφεσθαι ἔφη τοῦ Περσικοῦ πλούτου, τοιαύτῃ χρώμενος διαίτῃ. Ἔτυχε δὲ οὐκ ἐπιμελῆ τὸν ἄρτον προσφερόμενος. Ἀριστείδης καὶ Μιλτιάδῃ μάλιστα ἐῴκει. ἑκάτερος τούτων ἄριστος ἐγένετο, Ἀριστείδης μὲν δίκαιος, ὁ δὲ Μιλτιάδης ἐν Μαραθῶνι ἐστρατήγησε. τοῦ δὲ ἐν Μαραθῶνι πολέμου μέμνηται, διότι τὰ μὲν ἄλλα κατορθώματα κοινῇ πᾶσα ἡ Ἑλλὰς πεποίηται, τοῦ δὲ ἐν Μαραθῶνι μόνοι οἱ Ἀθηναῖοι.[1]

Ἀναφοραί

[edit | edit source]
  1. Ἀριστείδης, Suda Online - stoa.org