Jump to content

Wp/grc/Ἀργοναυτικά

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Ἀργοναυτικά
 Τοῦτο τὸ λῆμμα γέγραπται τῇ Ἀττικῇ διαλέκτῳ.
 Τοῦτο τὸ λῆμμα ἐλέγχθη.
Ἀργοναυτικά

Ἰάσων καὶ οἱ Ἀργοναῦται ἀφικνούμενοι εἰς Κολχίδα
Συγγραφεύς:Ἀπολλώνιος Ῥόδιος
Χώρα:
Γλῶττα:Ἑλληνικὴ γλῶττα
Ἡμερομηνία:

Τὰ Ἀργοναυτικά (Λατινιστὶ Argonautica) ἔστιν ἔπος Ἑλληνικὸν ὑπὸ Ἀπολλωνίου τοῦ Ῥοδίου γεγραμμένον τῷ τρίτῳ πρὸ Χριστοῦ αἰῶνι.

Τὸ ἔργον, τὸ μόνον ὅλως σωζόμενον Ἑλληνιστικὸν ἔπος (καίπερ τῶν Αἰτίων Καλλιμάχου δι’ ἀποσπασμάτων μόνον σωζομένων), διηγεῖται τὸν μῦθον τοῦ πλοῦ τοῦ Ἰάσονος καὶ τῶν Ἀργοναυτῶν, οἳ πρὸς τὸ χρυσόμαλλον δέρος ἐκ τῆς πολὺ ἀπεχούσης Κολχίδος ἔπλευσαν ἀνακομισόμενοι.

Οἱ ἡρωϊκοὶ τούτων ἀγῶνες καὶ ὁ ἔρως τοῦ Ἰάσονος πρὸς τὴν Μήδειαν, βασίλειαν καὶ φαρμακίδα τῆς Κολχίδος, ἤδη πολὺ γνώριμα ἦσαν τοῖς Ἑλληνιστικοῖς ἀκροαταῖς· ὅθεν ὁ Ἀπολλώνιος οὐχ ἁπλῶς τὸν μῦθον ἐδιηγήσατο, ἀλλὰ καὶ φιλολογικὴν ἔμφασιν αὐτῷ προσέθηκε, τῇ τότε ἐποχῇ πρέπουσαν.

Ἦν γάρ, ὡς ἔοικε, ὁ καιρὸς τῆς μεγάλης Ἀλεξανδρινῆς Βιβλιοθήκης, καὶ τὸ ποίημα περιέχει λόγους περὶ γεωγραφίας, ἐθνογραφίας, συγκρίσεως θρησκειῶν, καὶ διαλόγους πρὸς τὴν Ὁμηρικὴν ποίησιν.

Μείζων δὲ ἡ συμβολὴ τοῦ ποιήματος εἰς τὴν ἐπικὴν παράδοσιν ἐγένετο ἡ ἀνάπτυξις τοῦ ἔρωτος μεταξὺ ἥρωος καὶ ἡρωΐδος· πρῶτος γὰρ ἔοικε τῶν ἐπικῶν ποιητῶν γεγονέναι ὁ θεραπεύων τὴν καλουμένην «ἐρωτικὴν νόσον».

Τὰ δ’ Ἀργοναυτικά σφόδρα ἐπηρέασαν τὴν Ῥωμαϊκὴν ποίησιν· μετεπλάσθη μὲν ὑπὸ Οὐάῤῥωνος τοῦ Ἀτακίνου καὶ ἐμιμήθη ὑπὸ Οὐαλερίου Φλάκκου, ὕλην δὲ παρέσχεν Κατουλλῷ τε καὶ Ὀβιδίῳ, καὶ δὴ καὶ τῷ Οὐεργιλίῳ παράδειγμα ἐγένετο εἰς τὴν Αἰνειάδα.