Wp/grc/Ἀπολλώνιος Ῥόδιος
Ἀπολλώνιος ὁ Ῥόδιος (Λατινιστί Apollonius Rhodius· κατὰ τὸ πρῶτον ἥμισυ τοῦ γ΄ αἰῶνος πρὸ Χριστοῦ γεγονώς) ἦν Ἕλλην ἐπικὸς ποιητής, μάλιστα γνωστὸς διὰ τὰ Ἀργοναυτικά, ἔπος περὶ τοῦ πλοῦ Ἰάσονος καὶ τῶν Ἀργοναυτῶν ἐπὶ τὸ χρυσόμαλλον δέρας. Τοῦτο τὸ ποίημα, ἓν τῶν ὀλίγων τῆς ἐπικῆς ποιήσεως σωζομένων, καὶνοτόμον μὲν ἐφάνη καὶ πολλοῖς ἐνέπνευσεν, παρεχόμενον τῇ Πτολεμαϊκῇ Αἰγύπτῳ μνημονικὴν παιδείαν ἢ δημοσίαν τινὰ εἰκόνων καταθήκην,[1] καὶ τοῖς Ῥωμαίοις ποιηταῖς—Οὐεργιλίῳ καὶ Γαΐῳ Οὐαλερίῳ Φλάκκῳ—παράδειγμα πρὸς τὰ ἑαυτῶν ἔπη.
Τὰ δ’ ἄλλα αὐτοῦ ποιήματα, ἃ σῴζεται ἐν ὀλίγοις μόνον θραύσμασιν, ἦν περὶ κτίσεις ἢ ἀρχὰς πόλεων, οἷον Ἀλεξανδρείας καὶ Κνίδου, τόπων τοῖς Πτολεμαίοις προσφόρων, παρ’ οἷς ἔμεινεν ἄνθρωπος φιλόλογος καὶ τῆς Ἀλεξανδρινῆς Βιβλιοθήκης ἐπιμελητής.
Ἔστι δέ τις ὑπόθεσις περὶ φιλολογικῆς ἔριδος πρὸς Καλλίμαχον, ἄλλον Ἀλεξανδρῖνον τῆς Βιβλιοθήκης ἐπιμελητὴν καὶ ποιητήν, ἥτις νῦν σφόδρα ἐξετάζεται ὑπὸ τῶν φιλολόγων, ἐπειδὴ νομίζεται φῶς τι προσφέρειν τῇ ἀμφοτέρων ποιήσει, καίτοι σπανιωτάτων ὄντων τῶν τεκμηρίων ὅτι ποτὲ τοιαύτη ἔρις ἐγένετο.[2]
Τὸ μὲν ἀληθές, σχεδὸν οὐδὲν βέβαιον περὶ Ἀπολλωνίου ἴσμεν, καὶ αὐτὴ ἡ πρὸς Ῥόδον σχέσις ἀμφισβητεῖται. Πρότερον μὲν ἐνομίζετο μόνον Ὁμήρου μιμητὴς καὶ διὰ τοῦτο ἀτελὴς ποιητής· νῦν δὲ ἡ δόξα αὐτοῦ ἀνεκαινίσθη διὰ νεωτέρων μελετῶν, αἳ ἐπιδείκνυσιν ὅτι οἱ Ἑλληνιστικοὶ ποιηταὶ λόγιοι κληρονόμοι εἰσὶ μακρᾶς ποιητικῆς παραδόσεως καὶ γράφουσιν ἐν καιρῷ ἰδιαιτέρῳ τῆς ἱστορίας.[3]
Παραπομπές
[edit | edit source]- ↑ S. Stephens, Ptolemaic Epic, 96-8.
- ↑ W. Race, Apollonius Rhodius: Argonautica, ix-x
- ↑ T. Papanghelis and A. Rengakos, Editors' Introduction, xi-xii.