Jump to content

Wp/grc/Ἀνάληψις τοῦ Ἰησοῦ

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Ἀνάληψις τοῦ Ἰησοῦ
 Τοῦτο τὸ λῆμμα ἐγράφη ἐν τῇ Κοινῇ διαλέκτῳ.
Εἰκὼν ζωγραφηθεῖσα ὑπὸ Ἰωάννου Σιγγλτωνος Κοπλίου (1775 μ.Χ.)

Ἀνάληψις τοῦ Ἰησοῦ ἐστὶ δόξα Χριστιανῶν καὶ Μουσουλμάνων, ὅτι ὁ Ἰησοῦς ἀνελήφθη εἰς τὸν οὐρανόν.

Ἐν μὲν τῷ Χριστιανισμῷ πιστεύεται ὅτι ὁ Ἰησοῦς ἀνέβη εἰς τὸν οὐρανὸν μετὰ τὴν ἀνάστασιν αὐτοῦ, καὶ νῦν κάθηται ἐκ δεξιῶν τοῦ Θεοῦ ἐν τιμῇ. Ἐν δὲ τῷ Ἰσλάμ πιστεύουσιν ὅτι ὁ Ἰησοῦς ζῶν ἀνελήφθη εἰς τὸν οὐρανὸν χωρὶς θανάτου καὶ ἀναστάσεως.

Ἐν τῇ Καινῇ Διαθήκῃ τό τε κατὰ Λουκᾶν εὐαγγέλιον καὶ αἱ Πράξεις τῶν Ἀποστόλων διηγοῦνται περὶ τῆς Ἀναλήψεως, μικροῖς δὲ ἀλλήλων διαφέρουσιν. Ἄλλα δὲ βιβλία μνημονεύουσι τοῦ γεγονότος ἄνευ λεπτομερειῶν.|

Ἐν τῇ Χριστιανικῇ τέχνῃ ὁ Ἰησοῦς πολλάκις εἰκονίζεται ἀναβαίνων εἰς τὸν οὐρανὸν καὶ εὐλογῶν τοὺς κάτω, παριστὰς οὕτως τὴν Ἐκκλησίαν, τουτέστι πάντας τοὺς ἀκολουθοῦντας αὐτῷ.

Ἡ ἑορτὴ τῆς Ἀναλήψεως ἐστὶ κυριωτάτη Χριστιανικὴ ἑορτή· ἄγεται ὑπὸ τῶν πιστῶν τεσσαράκοντα ἡμέρας μετὰ τὸ Πάσχα, πάντοτε τῇ Πέμπτῃ. Ἐκκλησίαι τινές, οἷον αἱ Λουθηραναὶ καὶ Ἀγγλικαναί, ἔτι τηροῦσι τὴν ἑορτήν, ἄλλαι δέ, οἷον οἱ Πλυμουθιανοὶ Ἀδελφοί, οὐκ ἄγουσιν αὐτήν.