Jump to content

Wp/grc/Ἀνάβασις

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Ἀνάβασις
Ἀνάβασις
Συγγραφεύς:Ξενοφῶν
Χώρα:
Γλῶττα:Ἑλληνική
Ἡμερομηνία:

Ξενοφῶντος Ἀνάβασις, ἡ πάντων τῶν αὐτοῦ συγγραμμάτων ἐνδοξοτάτη, διηγεῖται τὴν στρατείαν τῶν Μυρίων, οἵ, μισθοφόροι ὄντες καὶ ὑπὸ Κύρου τοῦ Νεωτέρου μισθωθέντες, ἐστράτευσαν σὺν αὐτῷ, ὡς τὴν βασιλείαν τῶν Περσῶν ἀφέλοιτο τοῦ ἀδελφοῦ Ἀρταξέρξου τοῦ Δευτέρου. Ταῦτα δὲ ἐπράχθη ἔτει τετρακοσιοστῷ καὶ πρώτῳ πρὸ Χριστοῦ (401 π.Χ.).

Τὰ ἑπτὰ βιβλία, ἐξ ὧν ἡ Ἀνάβασις συνέστηκεν, εἰκὸς αὐτὰ συγγεγράφθαι περὶ τὸ ἔτος τριακοσιοστὸν καὶ ἑβδομηκοστὸν πρὸ Χριστοῦ (370 π.Χ.). Καίτοι τὸ τῆς Ἀναβάσεως ὄνομα τὴν ἄνω πορείαν δηλοῖ, ἔνιοι τῶν ἐξηγητῶν προτιμῶσι τὸ «Ἡ τῶν Μυρίων πορεία». Ὁ δὲ τοῦ Ξενοφῶντος λόγος περὶ τῆς διὰ τῆς Μικρᾶς Ἀσίας καὶ τῆς Μεσοποταμίας πορείας οὐ μόνον τῶν ἀρίστων αὐτοῦ ἔργων ἐστίν, ἀλλὰ καὶ ὑπὸ τινῶν λογίζεται «μία τῶν μεγίστων περιπετειῶν τῆς ἀνθρωπίνης ἱστορίας».