Wp/grc/Ἀληθῆ διηγήματα
| Ἀληθῆ διηγήματα | ||||||||
|---|---|---|---|---|---|---|---|---|
|
Ἀληθῆ Διηγήματα (Λατινιστί Vera Historia ἢ Verae Historiae), καὶ ὡς Ἀληθινὴ Ἱστορία μεθερμηνευόμενα, σύγγραμμα ἐστὶν γεγραμμένον τῷ βʹ αἰῶνι μ.Χ. (c. 165–185 μ.Χ.) ὑπὸ Λουκιανοῦ τοῦ Σαμοσατέως, Σύρου συγγραφέως. τὸ δὲ διήγημα τοῦτο σκῶψις ἐστὶ τῶν ἀπιθάνων μύθων, οὓς ἀρχαῖοί τινες συγγραφεῖς ὡς ἀληθεῖς παρέδοσαν, μάλιστα δὲ τῶν μυθικῶν ἢ τερατωδῶν· τοῦτο δ᾽ ἐστὶ τὸ ἐπιφανέστατον τῶν ἔργων τοῦ Λουκιανοῦ.
Ἔστι δὲ πρῶτον γνωστὸν πλάσμα τὸ περιέχον πορείαν εἰς τὸν οὐρανόν, ἀλλόκοτα ζῷα, καὶ διαστημικοὺς πολέμους· διὰ ταῦτα δή τινες αὐτὸ προσαγορεύουσιν «πρῶτον παράδειγμα» ὧν ἂν καλοῖμεν «ἀστρονομικὴν μυθοπλασίαν». ἀλλ᾽ οὐκ ἔστιν ἐν ἑνὶ μόνον εἴδει λόγου· ὅ τε γὰρ πολύπλοκος μῦθος καὶ τὰ πρόσωπα τοῦ διηγήματος δύνανται ἑρμηνεύεσθαι ὡς ἀστρονομικὴ μυθοπλασία, φαντασία, σκῶψις ἢ παρῳδία, καὶ γεγόνασιν ὑποθέσεις φιλολόγων ζητήσεων.