Wp/grc/Ἀκριβὴς ἡμέρα τῆς Γεννήσεως τοῦ Ἰησοῦ

Ἡ ἀκριβὴς ἡμέρα τῆς Γεννήσεως τοῦ Ἰησοῦ οὔτε ἐν ταῖς ἁγίαις γραφαῖς οὔτε ἐν ἄλλοις ἱστορικοῖς συγγράμμασιν μνημονεύεται· οὐδὲ γάρ ἐστι μαρτυρία ἱκανὴ ὥστε ἀσφαλῶς ἐπιγνῶναι αὐτήν. Ὅμως οἱ πλείονες τῶν ἐξηγητῶν τε καὶ ἱστορικῶν ἡγοῦνται τὸν Ἰησοῦν γεννηθῆναι ἀνὰ μέσον τοῦ ἕκτου καὶ τετάρτου ἔτους πρὸ Χριστοῦ (6–4 π.Χ.).
Δύο δέ εἰσιν οἱ κύριοι τρόποι οἷς τινες πειρῶνται προσπελάσαι τῷ χρόνῳ τῆς γεννήσεως. Ὁ μὲν πρῶτος ἀφορμᾶται ἐκ τῶν εὐαγγελικῶν περὶ Ἡρῴδου τοῦ βασιλέως διηγήσεων· ὁ γὰρ Ἡρῴδης κατὰ τὸ τέταρτον ἔτος πρὸ Χριστοῦ (4 π.Χ.) ἐτελεύτησεν. Ὁ δὲ δεύτερος ἐκ τῆς τοῦ Λουκᾶ μαρτυρίας, καθ’ ἣν ὁ Ἰησοῦς ἦν «ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα» ὅτε ἤρξατο κηρύσσειν.
Ἄλλοι δὲ ἔτι ἐπιχειροῦσιν τὸ ἔτος γνῶναι ἐκ τοῦ συγκρίνειν τὰ ἐν τῇ γραφῇ σημαινόμενα τοῖς ἔξωθεν ἱστορικοῖς γεγονόσιν· ἔνιοι δὲ καὶ πρὸς τὸν οὐρανὸν ἀποβλέπουσιν, ζητοῦντες τὸν λεγόμενον Ἀστέρα τῆς Βηθλεὲμ συμφωνεῖν τισὶ τῶν τότε ἀστρονομικῶν φαινομένων.
Πειρῶνται δέ τινες καὶ τὴν ὥραν τοῦ ἐνιαυτοῦ, ἢ καὶ αὐτὴν τὴν ἡμέραν, τεκμηριοῦσθαι, χρώμενοι στοιχείοις ἐκ τῆς γραφῆς ἀντλουμένοις, οἷον τὸ περὶ τῶν ποιμένων τῶν ἐν τοῖς ἀγροῖς νυκτερευόντων. Καὶ μὴν ἐν τῷ τρίτῳ (3ῳ) αἰῶνι, Χριστιανοί τινες συγγραφεῖς ἔταξαν τὰ γενέθλια ἐν τῷ ἔαρι — οἷον ἐν Μαρτίῳ, Ἀπριλίῳ ἢ Μαΐῳ — πρὶν τὴν εἰκάδα καὶ πέμπτην (25ην) τοῦ Δεκεμβρίου μηνὸς καθιερωθῆναι ὡς τὴν ἐπὶ πλεῖστον ἑορταζομένην ἡμέραν.