Wp/grc/Ἀγών ἐν τῷ Κήπῳ τῆς Γεθσημανῆ

Ὁ ἀγὼν ἐν τῷ Κήπῳ τῆς Γεθσημανῆ περικοπὴ ἐστὶν ἐκ τῆς ζωῆς τοῦ Ἰησοῦ, γενομένη μετὰ τὸν κυριακὸν δεῖπνον καὶ πρὸ τῆς παραδόσεως καὶ συλλήψεως αὐτοῦ, αἵτινες ἀμφότεραι μέρη εἰσίν τοῦ πάθους τοῦ Ἰησοῦ, τελειωθέντος ἐπὶ τοῦ σταυροῦ καὶ ἐν τῷ θανάτῳ αὐτοῦ. Αὕτη δὲ ἡ περικοπὴ ἀναγράφεται ἐν τοῖς τρισὶ συνοπτικοῖς εὐαγγελίοις τῆς Καινῆς Διαθήκης.
Κατὰ τὰς γραφὰς ταύτας ὁ Ἰησοῦς, σὺν Πέτρῳ καὶ τοῖς δυοῖν υἱοῖν Ζεβεδαίου, εἰσέρχεται εἰς τὸν κῆπον τῆς Γεθσημανῆ ἐπὶ τὸ Ὄρος τῶν Ἐλαιῶν· ἐκεῖ ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν, καὶ προσηύξατο λέγων· «Πάτερ, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ’ ἐμοῦ τὸ ποτήριον. πλὴν μὴ ὡς ἐγὼ θέλω ἀλλ’ ὡς σὺ».
Οὗτος ὁ ἀγὼν μέγα γεγονός ἐστιν ἐν τῇ χριστιανικῇ παραδόσει, μάλιστα ἐν ταῖς προσευχαῖς τῆς Δυτικῆς Ἐκκλησίας. Ὁ ἀγὼν τοῦ Ἰησοῦ ἐν τῷ κήπῳ ἐστὶν ἡ πρώτη στάσις τῆς νεωτέρας Ὁδοῦ τοῦ Σταυροῦ καὶ τὸ πρῶτον τῶν λυπηρῶν μυστηρίων τοῦ ῥοζαρίου· ἔτι δὲ ἡ ἔμπνευσις τῆς λεγομένης Ἁγίας Ὥρας τῆς εὐχαριστιακῆς προσκυνήσεως. Διὰ τοῦτο πολλάκις ἐγένετο θέμα ἐν τῇ χριστιανικῇ τέχνῃ περὶ τὸν βίον τοῦ Κυρίου.