Jump to content

Wp/grc/Χαρίτων ὁ Ἀφροδισιεύς

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Χαρίτων ὁ Ἀφροδισιεύς
 Τοῦτο τὸ λῆμμα γέγραπται τῇ Ἀττικῇ καὶ τῇ Ἀττικιζούσῃ διαλέκτῳ.
 Τοῦτο τὸ λῆμμα ἀνατεθεώρηται.

Χαρίτων ὁ Ἀφροδισιεὺς ἀρχαῖος Ἕλλην συγγραφεὺς ἦν. ἔγραψε μυθιστόρημα, τάχα Καλλιρρόην ἐπιγραφόμενον (τοῦτο δὲ ἐκ τῶν σωζομένων ἡμῖν ἀντιγράφων τεκμαιρόμεθα). ἀλλὰ πολλοὶ τὸ βιβλίον «Χαιρέαν καὶ Καλλιρρόην» ὀνομάζουσιν, ἐπεὶ ὁ τίτλος οὗτος ἐν τῷ κώδικι φαίνεται.

τὰ εὑρεθέντα τῆς ἱστορίας ἀποσπάσματα ἐν παλαιοῖς πάπυροις δηλοῦσιν ὅτι κατὰ μέσον τοῦ πρώτου μ.Χ. αἰῶνος ἐγράφη. διὸ δὴ τοῦτο τῶν ἀρχαίων ἐρωτικῶν μυθιστορημάτων παλαιότατόν ἐστιν. ἴδιον δὲ τοῦ λόγου ἐστίν, ὅτι μίγνυσι τὴν ἱστορίαν τῇ μυθολογίᾳ—οἷον ἡ Καλλιρρόη πολλάκις ταῖς θεαῖς Ἀφροδίτῃ καὶ Ἀριάδνῃ παραβάλλεται, ὁ δὲ Χαιρέας καὶ αὐτὸς πολλοῖς ἥρωσι παραβάλλεται.

ἐπεὶ δὲ ἡ διήγησις εἰς τὸ παρελθὸν τίθεται καὶ ἀληθεῖς ἱστορικοὺς ἀνθρώπους περιέχει, ἡ Καλλιρρόη πρώτη νομίζεται τῶν ἱστορικῶν μυθιστορημάτων. ὕστεροι δὲ συγγραφεῖς, οἷον Ξενοφῶν ὁ Ἐφέσιος καὶ Ἡλιόδωρος ὁ Ἐμεσηνός, τοῦτον τὸν τρόπον ἐμιμήσαντο.