Wp/grc/Φίλημα τοῦ Ἰούδα
Appearance

Τὸ φίλημα τοῦ Ἰούδα, ὃ καὶ ἡ προδοσία τοῦ Χριστοῦ καλεῖται, ἐστὶ τὸ γεγονὸς καθ’ ὃ Ἰούδας ὁ Ἰσκαριώτης παρέδωκεν τὸν Ἰησοῦν τοῖς στρατιώταις ἐν τῷ κήπῳ τῆς Γεθσημανῆς. Τὸ δὲ φίλημα τοῦτο σημεῖον ἦν τοῖς ἀπεσταλμένοις ὑπὸ τῶν ἀρχιερέων, ἵνα ἐπιγνῶσι τὸν ἄνδρα ὃν ἔμελλον συλλαβεῖν μετὰ τὸ Μυστικὸν Δεῖπνον· καὶ ἡ σύλληψις τοῦ Ἰησοῦ ὑπὸ τῆς σπείρας εὐθὺς ἐπηκολούθησε.
Ὁ δὲ Κύριος προείρηκε τοῖς μαθηταῖς ὅτι «εἷς ἐξ ὑμῶν παραδώσει με», λόγος ὃς ἐσήμανεν τὴν ἀρχὴν τοῦ Πάθους αὐτοῦ.
Ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις ἡ φράσις «φίλημα Ἰούδα» λέγεται ἐπὶ προδοτικῆς πράξεως ὑπὸ τὸ πρόσχημα φιλίας. Ἡ δὲ μνήμη τῆς προδοσίας ἐπιτελεῖται ἐν τῇ Ἐκκλησίᾳ κατὰ τὴν Ἁγίαν καὶ Μεγάλην Τετάρτην τῆς Ἁγίας Ἑβδομάδος.