Wp/grc/Τὸ Κυριακὸν Δεῖπνον

Τὸ Κυριακὸν Δεῖπνον ἦν τὸ ἔσχατον δεῖπνον ὃ ἐποίησεν ὁ Ἰησοῦς μετὰ τῶν δώδεκα μαθητῶν αὐτοῦ—οὓς καὶ ἀποστόλους προσηγόρευσεν—ἐν Ἱεροσολύμοις, πρὸ τοῦ σταυρωθῆναι αὐτόν. Οἱ Χριστιανοὶ τοῦ μυστηρίου τούτου μνημονεύουσιν μάλιστα ἐν τῇ Ἁγίᾳ καὶ Μεγάλῃ Πέμπτῃ.
Αὕτη δὲ ἡ τράπεζα σπουδαία ἐστίν, καθότι αὕτη ἐστὶν ἡ βάσις τοῦ μυστηρίου τῆς θείας Εὐχαριστίας, ὅπερ καλεῖται καὶ Θεία Κοινωνία.
Ἡ περὶ τοῦ δείπνου διήγησις φέρεται ἐν τοῖς τέσσαρσιν Εὐαγγελίοις τῆς Καινῆς Διαθήκης, ἡ δὲ ἀρχαιοτάτη μνεία αὐτοῦ ἐστὶν ἐν τῇ πρώτῃ πρὸς Κορινθίους ἐπιστολῇ τοῦ Παύλου. Τὰ δὲ Εὐαγγέλια λέγουσιν ὅτι τὸ δεῖπνον τοῦτο ἐγένετο ἐν τῇ ἑορτῇ τοῦ Πάσχα, μετ’ ὀλίγας ἡμέρας ἀφ’ οὗ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, καὶ εὐθὺς πρὸ τοῦ παθεῖν αὐτὸν ἐν τῇ Παρασκευῇ.
Ἐν δὲ τῷ δείπνῳ ὁ Ἰησοῦς εἶπεν ὅτι εἷς ἐκ τῶν μαθητῶν παραδώσει αὐτόν, καὶ τῷ Πέτρῳ προεῖπεν ὅτι τρὶς ἀρνήσεται αὐτὸν πρὶν ἀλέκτορα φωνῆσαι. Ἐν δὲ τοῖς τρισὶν Εὐαγγελίοις καὶ ἐν τῇ τοῦ Παύλου ἐπιστολῇ, ὁ Ἰησοῦς ἔδωκεν ἄρτον τοῖς μαθηταῖς λέγων· «Τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον». Ἐκ τούτου τὸ μυστήριον τῆς Κοινωνίας καθίσταται.
Τὸ δὲ κατὰ Ἰωάννην Εὐαγγέλιον προστίθησιν ὅτι ὁ Ἰησοῦς ἔνιψε τοὺς πόδας τῶν μαθητῶν, ἐντολὴν καινὴν ἔδωκεν αὐτοῖς ἵνα ἀγαπῶσιν ἀλλήλους καθὼς ἠγάπησεν αὐτούς, καὶ λόγους παρηγορίας ἐλάλησεν, ἑτοιμάζων αὐτοὺς πρὸς τὴν ἑαυτοῦ ἀνάληψιν· προσηγόρευσεν δὲ αὐτοὺς φίλους καὶ οὐκέτι δούλους.
Τινὲς μὲν τῶν σοφῶν νομίζουσιν ὅτι τὸ Κυριακὸν Δεῖπνον διεμόρφωσεν τὰς πρώτας Χριστιανικὰς παραδόσεις περὶ τῆς Εὐχαριστίας· ἄλλοι δέ, ὅτι ἡ περὶ τοῦ δείπνου διήγησις μᾶλλον διετυπώθη ἐκ τοῦ τρόπου καθ’ ὃν οἱ πρῶτοι Χριστιανοὶ ἤδη ἐπετέλουν τὸ μυστήριον.