Jump to content

Wp/grc/Τάρτησσος

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Τάρτησσος
 Τοῦτο τὸ λῆμμα γέγραπται τῇ Ἀττικῇ καὶ τῇ Ἀττικιζούσῃ διαλέκτῳ.
Χώρα ἐγγύς, ᾗ ἡ τῶν Ταρτησίων πολιτεία ἐπεκράτει καὶ ἐπερράννυτο.

Τάρτησσος ἦν ἀρχαία πολιτεία ἐν τῇ νοτιοδυτικῇ τῆς Ἰβηρίας χερρονήσῳ, μάλιστα δὲ ἐν τῇ νῦν Ἀνδαλουσίᾳ τῇ δυτικῇ. Ἐν τοῖς χρόνοις τοῦ ὀψίμου χαλκοῦ καὶ τῆς σιδηρᾶς ἡλικίας ἤκμασε (ἀπὸ τοῦ δωδεκάτου μέχρι τοῦ ἕκτου πρὸ Χριστοῦ αἰῶνος). Ὑπὸ Φοινίκων τε καὶ Ἑλλήνων θαυμαζομένη, ὡς βασίλειον μυθῶδες, πολυμέταλλον, καὶ γράμμασιν ἰδίοις χρώμενον, ἐν μνήμῃ ἔμεινεν.

Ἀρχαὶ καὶ πολιτικὴ ἀνάπτυξις

[edit | edit source]

Ἐγένετο τὸ γένος τοῦτο κατὰ τὸν κάτω Γουαδαλκιβίρην ποταμόν, πρὸς τὸ τέλος τῆς χαλκοῦ ἡλικίας (1200–900 π.Χ.), κώμαις κυκλοτερὲσιν οἰκοδομηθεῖσαι τὴν ἁπλουστέρᾳν κοινωνικὴν τάξιν ἐδήλουν. Ἐν τῇ πρώτῃ ἀνατολιζούσῃ περιόδῳ (900–700 π.Χ.) αὐξηθεῖσα ἡ μεταλλουργία καὶ χρυσοχοΐα, ἄρχοντες πολεμικοὶ κατεκράτησαν τῆς χώρας. Ἐν δὲ τῇ ἀνατολιζούσῃ ἡλικίᾳ (700–650 π.Χ.) Φοινίκων τέχναι ἐδέχθησαν—ὡς ἡ φιλιγράνη, ὁ κεραμεὺς ἐν τῷ τροχῷ, καὶ καῦσις τῶν νεκρῶν—καὶ πόλεις τειχισμέναι ἐγένοντο, οἷον Τεχάδα ἡ Παλαιά.

Κοινωνία, γλῶττα καὶ γράμματα

[edit | edit source]

Οἱ Ταρτήσιοι δοκοῦσιν εἰπεῖν γλῶτταν προϊνδοευρωπαϊκὴν ἰδίαν· ἀπὸ ὀλίγων ἐπιγραφῶν γινώσκεται, ἐν τῷ νότῳ τῆς χερρονήσου καὶ τῇ Ἀλγαρουβίᾳ εὑρημένων. Τὰ γράμματα ἦν ἡμι-συλλαβικὰ, τὸ λεγόμενον ἀλφάβητον τὸ τῆς Ἀνατολῆς.

Πλοῦτος, ἐμπόριον καὶ συνάφειαι

[edit | edit source]

Ὁ πλοῦτος τῶν Ταρτησίων ἦν ἐκ τῶν μετάλλων: χρυσός, ἄργυρος, χαλκός, κασσίτερος, σίδηρος, μόλυβδος. Ταῦτα ἔχοντες καὶ ἐν τῇ γῇ καταναλίσκοντες καὶ ἐξάγοντες, ἐπλουτοῦντο. Τὸ ἐμπόριον διὰ θαλάσσης Ἀτλαντικῆς καὶ τῶν ποταμῶν Γουαδαλκιβίρη καὶ Γουαδιανᾶ ἐπετάθη· τοῖς ἐν τῇ μεσογείῳ ἔθνεσιν ἡ συνάφεια ἦν. Ἀντὶ δὲ τῶν μετάλλων, ἔλαμβανον ἐργόχειρα καὶ τέχνας γεωργίας καὶ δημιουργίας παρὰ Φοινίκων καὶ Ἑλλήνων.

Τέχνη καὶ ἀρχαιολογικὰ εὑρήματα

[edit | edit source]

Ἐργασίαι χρυσοῦ θαυμασταὶ παρ’ αὐτοῖς ἐγένοντο, οἷον ὁ θησαυρὸς τοῦ Καραμπολοῦ, ὅπου κόσμοι χρυσοῦ ἐντεχνώτατοι, ἐκχυθέντες διὰ κηροῦ, καὶ τύποι ἀνατολικοὶ φαίνονται. Ἐν τῇ Ἀλισήδᾳ τάφοι ἐκείνων ἀνεδείχθησαν, ἐν οἷς τέχναι φοινίκιαι ἐνεφαίνοντο. Ἐν Καῖσαις δὲ τοῦ Τουρουνιόλου νεώτερα εὑρήματα ἀνθρώπινάς τε μορφὰς καὶ θεοὺς πιθανῶς ἐδήλωσαν, ἐν χρυσίοις ἐνώτια στολισμένους.

Κέντρα καὶ τόποι

[edit | edit source]

Ἡ χώρα τῶν Ταρτησίων περιελάμβανε τὰς ἐπαρχίας τὰς νῦν Ὀνουβὰν, Σεβίλλην καὶ Γαδείραν· ἐν τοῖς μεταλλείοις τοῦ Τίντου καὶ τοῦ Ὀδιήλου καὶ ἐν ταῖς πεδίαις τοῦ Γουαδαλκιβίρη κατοικοῦντες. Σημαντικὰ χωρία: ὁ Καράμπολος, Κάνχο Ροάνος, Τεχάδα ἡ Παλαιά, καὶ ἡ νεκρόπολις ἡ ἐν τῇ Ἰόᾳ. Καὶ ἄλλαι πόλεις τειχισμέναι, ὡς Νίεβλα καὶ Καρμώνα, ἐλογίζοντο τῶν πρώτων.

Παρακμὴ καὶ ἐξαφάνισις

[edit | edit source]

Ἡ δύναμις τῶν Ταρτησίων ἠφανίσθη μετὰ τὴν πτῶσιν τῶν Ἑλλήνων συμμάχων, οἵπερ ἐν Ἀλαλίᾳ ἡττήθησαν (535 π.Χ.). Ἡ τῶν συμμάχων ἀπώλεια καὶ ἡ τῶν Καρχηδονίων ἄνοδος ἐπὶ τὴν θάλασσαν προῆγεν εἰς τὴν καταστροφὴν τῆς πολιτείας. Μετὰ δὲ τὸ 500 π.Χ., οὐκέτι λόγος ἐστὶν περὶ Ταρτήσσου· ἀπὸ τῆς ἱστορίας εἰς τὸν μῦθον μετεβλήθη.