Wp/grc/Προτεσταντισμός
Ὁ Προτεσταντισμός ἐστι μορφὴ τῆς Χριστιανικῆς θρησκείᾱς ἐν τῷ καινῷ αἰῶνι — ἐν τῇ τοῦ ἑκκαιδεκάτου αἰῶνος ἀρχῇ — ἐκ τοῦ Μαρτῖνου Λούθερου καὶ ἄλλων φρονίμων ἀνθρώπων ὑπάρχουσα.

Ἱστορία
[edit | edit source]Ἱδρύ̄θη ὁ Προστεσταντισμὸς τῇ Μεταρρυθμίσει, Ῥωμαϊστὶ Reformatio, ἐν τῇ τοῦ ἑκκαιδεκάτου αἰῶνος ἀρχῇ. Ὁ γὰρ Μαρτῖνος Λούθερος ἐβούλετο τὰ τῆς Ῥωμαϊκῆς Καθολικῆς Ἐκκλησίᾱς μάλα μεταβάλλειν ἢ διορθοῦν.
Αὐτῷ συλλαμβάνοντες ἦσαν ὁ Φιλίππος Μελάγχθων ὁ ἐν τῇ Γερμανίᾳ καὶ ὁ Οὑλδερῖχος ὁ Ζουίγγλιος ὁ ἐν τῇ Ἑλουετίᾳ.
Οὗτοι οἱ ἄνδρες καινὰ̄ς Ἐκκλησίᾱς ἐποίησαν καὶ ἵδρῡσαν, ἀλλ’ ὁ Λούθερος μέγαν πόλεμον σὺν τῷ Ζουιγγλίῳ ἐπολεμίξε.
Ἐν τῇ Ἑλουετίᾳ ὁ Ἰωάννης Καλουῖνος τὸν Μεταρρυθμισμένον Χριστιανισμὸν ἢ τὴν Μεταρρυθμισμένην Πίστιν Χριστιανικὴν ἵδρῡσεν. Ἡγεῖτο ὁ Καλουῖνος τὸ ἄρτον καὶ τὸν οἶνον οὐ τὸ σῶμα καὶ αἷμα τὰ τοῦ Ἰησοῦ εἶναι, ἀλλὰ ταὐτὰ ἐν τούτοις τοῖς δώροις εἰς τοὺς πιστεύοντας κατὰ τὰ̄ς αὐτῶν ψυχὰ̄ς ἐκδοῦναι. Πρότερον μὲν εἶπεν ὁ Λούθερος, ὅτι ἡγεῖτο ὁ ἄρτος τὸ σῶμά εἶναι καὶ ὁ οἶνος τὸ αἷμα τὠληθές. Ὁ δὲ Ζουίγγλιος ἡγεῖτο τὰ δῶρα οὐδὲ τὸ σῶμα οὐδὲ τὸ αἷμα εἶναι.
Ἐν τῆ Βορείᾳ Ἀμερικῇ πολλαὶ καιναὶ Προτεσταντικαὶ Ἐκκησίαι ἀπὸ τῶν Χριστιανῶν Ἱδρύ̄θησαν.
Αἱ τῆς ἱδρύσεως αἰτίαι
[edit | edit source]Περὶ τῆς συγγνώμης
[edit | edit source]Τῷ Μαρτίνῳ Λουθέρῳ οὐκ ἤρεσκεν ἡ τῆς συγγνώμης πρᾶσις ἡ ἐν τῇ Καθολικῇ Ἐκκλησίᾱͅ.
Ἡ δὲ συγγνώμη λέγεται Ῥωμαϊστὶ ἰνδουλγέντια. Ἐὰν ἁμαρτίᾱν πεποιηκότες Χριστιανοὶ τὰ αὑτῶν ὀφειλήματα ἀφίεσθαι ἐβούλοντο, ἐς ἱερέα ἐλθόντες σὺν αὐτῷ περὶ τῶν αὑτῶν ὀφειλημάτων διελέγοντο.
Οἱ Χριστιανικοὶ ἱερεῖς ἐδύναντο τοῖς πιστευούσιν λέγειν, ὅτι ὁ θεὸς αὐτοῖς τὰ̄ς ἁμαρτίᾱς καὶ τὰ ὀφειλήματα ἀφῑ́ει.
Οἱ δὲ συγγνώμῃ χρώμενοι ἱερεῖς μετὰ τὴν τοῦ πιστεύοντος ὁμολογίᾱν ἐδύναντο ἀργύριον τῇ αὐτῶν Ἐκκλησίᾳ ἀπὸ τῶν πιστευόντων αἰτεῖσθαι καὶ αἱρεῖσθαι.
Τὴν γὰρ Ἐκκλησίᾱν ἐχρῆν πολὺ ἀργύριον συλλέγειν, ἐπειδὴ ἐβούλετο κᾱλὸν, μέγαν καὶ πολυτελῆ Νᾱόν, τοῦτ' ἐστὶ τὴν νέαν τοῦ Ἁγίου Πέτρου βασιλικήν, ἐν τῇ Ῥώμῃ ἱδρῦσαι.
Οὔκουν ἐχρῆτο τῇ τῆς συγγνώμης πράσει ὁ Μαρτῖνος Λούθερος ἐν τῇ αὑτοῦ Ἐκκλησίᾳ, καὶ ἡ τῶν Προτεσταντικῶν ὁμολογίᾱ μόνως σὺν τῷ θεῷ γίγνεται, συνήθως ἄνευ τοῦ ἱερέως.
Περὶ τῆς λειτουργίᾱς
[edit | edit source]Οὐ τῷ Μαρτίνῳ Λουθέρῳ ἤρεσκεν ἡ Καθολικὴ μορφὴ ἡ τῆς εὐχαριστίᾱς. Τοὺς δὲ πιστεύοντας τὸ τοῦ Χριστοῦ σῶμα οὐ μόνον ἐν τῇ λειτουργίᾳ ὁρᾶν, ἀλλὰ καὶ αὐτοὺς τῇ εὐχαριστίᾳ ἑορτάζειν ἐβούλετο.
Οὐ γὰρ αὐτῷ ἤρεσκεν, ὅτι οἱ ἐν τῇ Καθολικῇ Ἐκκλησίᾳ πιστεύοντες τὸ τοῦ Χριστοῦ σῶμα πολλάκις δὴ ἐν τῇ Καθολικῇ λειτουργίᾳ ὁρᾶν ἀλλ’ οὐκ αἱρεῖσθαι ἐδύναντο.
Περὶ τῆς ἐλευθερᾶς βουλῆς
[edit | edit source]Ὁ Λούθερος ἡγεῖτο τὴν βουλὴν οὐκ ἐλευθερᾱ̀ν, ἀλλ’ ἐν δουλείᾳ εἶναι (De servo arbitrio). Ἡ δὲ Καθολικὴ Ἐκκλησία καὶ νῦν ἡγεῖται τὴν βουλὴν ἐλευθερᾱ̀ν εἶναι.