Wp/grc/Περὶ τῆς Ὕλης Ἰατρικῆς
Περὶ ὕλης ἰατρικῆς πεντάβιβλον ἐστίν, συγγεγραμμένον ὑπὸ Πεδανίου Διοσκουρίδου, Ἕλληνος ἰατροῦ, ἐν τῷ Ῥωμαίων στρατεύματι διακονήσαντος, κατὰ τὰ ἔτη περὶ 50–70 μ.Χ. Τοῦτο τὸ σύγγραμμα περιγράφει τὰς ἰατρικὰς δυνάμεις περὶ 600 φυτῶν καὶ ὀλίγων ζῴων καὶ μετάλλων, καὶ ἐξηγεῖται τὰς χρήσεις καὶ τὰς παρασκευὰς αὐτῶν. Ἑλληνιστί γεγραμμένον, ἐγένετο κυρία πηγὴ ἐν τῇ ἰατρικῇ πράξει τῆς Εὐρώπης καὶ τῆς Ἀνατολῆς ἐπὶ πολλοὺς αἰῶνας.
Δομὴ καὶ περιεχόμενα
[edit | edit source]ἡ βίβλος διαιρεῖται εἰς πέντε μέρη·
- Πρῶτον: περὶ ἀρωμάτων, ἐλαίων καὶ δένδρων.
- Δεύτερον: περὶ ζῴων, σίτου καὶ λαχάνων.
- Τρίτον: περὶ ῥιζῶν, χυλῶν καὶ βοτάνων.
- Τέταρτον: περὶ τῶν λοιπῶν ῥιζῶν καὶ βοτάνων.
- Πέμπτον: περὶ οἴνου, ἀμπέλου καὶ μετάλλων.
Παρ᾽ ἑκάστῳ περιγράφεται ἡ φύσις, ἡ ἰατρικὴ χρῆσις καὶ ἡ παρασκευή, πολλάκις μετὰ εἰκόνων.
Τὰ χειρόγραφα καὶ αἱ εἰκόνες
[edit | edit source]Πολλὰ χειρόγραφα τῆς Ὕλης ἰατρικῆς διασῴζονται, μετὰ εἰκόνων κεκοσμημένα, ἅ μαρτυροῦσι(ν) τὴν ἐπιρροὴν τοῦ ἔργου. Ἐν τούτοις διαπρέπει ὁ Βιενναῖος Διοσκουρίδης (6ος αἰ.), ἐμπεριέχων περὶ 400 εἰκόνας ζῴων καὶ φυτῶν κατὰ φύσιν ἀπεικονισμένας, ἔργον ἅμα ἰατρικὸν καὶ καλλιτεχνικόν. Ἄλλοι κώδικες ἀξιόλογοι: ὁ Νεαπολιτικός καὶ ὁ Μοργανικός Διοσκουρίδης. Ταῦτα ἐπιμελῶς ἀντεγράφοντο διὰ τῶν μέσων αἰώνων, διασῴζοντα τὴν γνῶσιν τοῦ Διοσκουρίδου.
Κληρονομία καὶ Ἐπιρροή
[edit | edit source]Τὸ ἔργον τοῦ Διοσκουρίδου σφόδρα ὠφέλησε τὴν ἰατρικὴν καὶ τὴν φαρμακευτικήν, καὶ ἐν τῷ Δυτικῷ καὶ ἐν τῷ Ἀραβικῷ κόσμῳ. Οἱ τῶν Ἀράβων λόγιοι τὸ ἔργον μετηρμήνευσαν καὶ ἐπέκτειναν, καὶ εἰσήγαγον εἰς τὰς ἑαυτῶν ἰατρικὰς παραδόσεις. Ἐν τῇ Εὐρώπῃ τὸ Περὶ ὕλης ἰατρικῆς ἔμεινεν σύγγραμμα κυριώτατον μέχρι τῆς Ἀναγεννήσεως, θεμέλιον γενομένον τῆς βοτανικῆς καὶ τῆς φαρμακολογίας.