Jump to content

Wp/grc/Πεδίου Κήρυγμα

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Πεδίου Κήρυγμα
 Τοῦτο τὸ λῆμμα ἐγράφη ἐν τῇ Κοινῇ διαλέκτῳ.

Τὸ ἐπὶ τοῦ Πεδίου Κήρυγμα ἐστὶ συλλογὴ διδαχῶν ὧν ὁ Ἰησοῦς ἐδίδαξεν ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ, ἐν τοῖς ἐδαφίοις 6:20–49. Τοῦτο τὸ κήρυγμα συχνὰ συγκρίνεται πρὸς τὸ μακρότερον ἐπὶ τοῦ Ὄρους Κήρυγμα τοῦ κατὰ Ματθαῖον.

Ὁ Λουκᾶς (6:12–20) προτάσσει τὰ πρὸ τοῦ κηρύγματος γενόμενα· τὴν γὰρ νύκτα ἐν ὄρει διήνυσε ὁ Ἰησοῦς προσευχόμενος τῷ Θεῷ, καὶ τῇ ἐξῆς ἡμέρᾳ συνήγαγε τοὺς μαθητάς αὐτοῦ καὶ ἐξελέξατο δώδεκα, οὓς καὶ ὠνόμασεν ἀποστόλους. Καταβὰς δὲ ἀπὸ τοῦ ὄρους ἔστη ἐπὶ τόπου πεδινοῦ, ὅπου ὄχλος πολὺς ἦν συνηθροισμένος· καὶ θεραπεύσας τοὺς ὑπὸ πνευμάτων ἀκαθάρτων ἐνοχλουμένους ἤρξατο τοῦ λόγου ὃν νῦν καλοῦμεν «Κήρυγμα ἐπὶ τοῦ Πεδίου».

Κύριοι λόγοι καὶ παραβολαὶ τοῦ Κηρύγματος

[edit | edit source]
  • Μακαρισμοὶ καὶ Οὐαί (6:20–26)
  • Ἐντολὴ ἀγάπης πρὸς τοὺς ἐχθρούς· «πάρεχε καὶ τὴν ἄλλην σιαγόνα» (6:27–29)
  • Ὁ λεγόμενος Χρυσὸς Κανών (6:31)
  • Προτροπὴ πρὸς μὴ κρίσιν· «δίδοτε, καὶ δοθήσεται ὑμῖν» (6:37–38)
  • Παραβολαὶ τοῦ τυφλοῦ ὁδηγοῦ, τοῦ μαθητοῦ καὶ διδασκάλου, καὶ τοῦ κάρφους καὶ τῆς δοκοῦ (6:39–42)
  • Ἡ παραβολὴ τοῦ καλοῦ καὶ σαπροῦ δένδρου (6:43–45)
  • Ἐπιτίμησις· «Τί δέ με καλεῖτε, Κύριε, Κύριε…» (6:46)
  • Ἡ παραβολὴ τῶν δύο οἰκοδόμων (6:47–49)

Κατὰ Λουκᾶν 7:1, «ὅτε ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ», εἰσῆλθεν εἰς Καφαρναούμ· αὕτη γὰρ ἦν ἡ πρώτη ἐπιστροφή αὐτοῦ εἰς τὴν πόλιν ἀπὸ τὴν προτέραν μνείαν ἐν Λουκᾷ 4:31.