Jump to content

Wp/grc/Παυσανίας (περιηγητής)

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Παυσανίας (περιηγητής)
 Τοῦτο τὸ λῆμμα γέγραπται τῇ Ἀττικῇ καὶ τῇ Ἀττικιζούσῃ διαλέκτῳ.

Παυσανίας (περὶ 110 – περὶ 180 μ.Χ.) ἦν Ἕλλην ὁδοιπόρος καὶ περιηγητὴς τοῦ δευτέρου αἰῶνος μ.Χ. Ὑπέρφαντος δέ ἐστιν διὰ τὴν Ἑλλάδος Περιήγησιν, μακρὰν πραγματείαν ἣν ἀναγράφει τὴν ἀρχαίαν Ἑλλάδα ἐκ τῶν αὐτοψιῶν τεκμηρίων. Ἡ Ἑλλάδος Περιήγησις παρέχει κρίσιμα μαρτύρια πρὸς συνδέσμους ποιεῖν μεταξὺ τῆς ἀρχαίας γραμματείας καὶ τῆς νεωτέρας ἀρχαιολογίας, ἥτις τεκμηριοῖ τοὺς τόπους καὶ τὰ πολιτιστικὰ λεπτομερῆ ἃ μνημονεύει, εἰ καὶ ἡ γνῶσις αὐτῶν ἂν ἐκλέλοιπεν ἢ εἰς μῦθον ἢ λόγον μετέπεσεν.

Βίος

[edit | edit source]

Οὐδὲν ἴσμεν περὶ Παυσανίου πλὴν ὅσα ἱστορικοὶ ἐκ τῶν αὐτοῦ συγγραμμάτων συμβάλλειν δύνανται. Εἰκὸς μέντοι αὐτὸν γεγονέναι μὲν περὶ τὸ 110 μ.Χ. ἐν Ἑλληνικῇ οἰκίᾳ, Λυδὸν δὲ τὸ γένος εἶναι τῆς Ἀσίας. Ἀπὸ δὲ περὶ τὸ 150 μ.Χ. μέχρις οὗ ἐτελεύτησε περὶ τὸ 180, ὁ Παυσανίας διῆρε τὴν Ἑλλάδα τὴν ἠπειρωτικήν, γράφων περὶ τῶν ἱερῶν τε χωρῶν καὶ τῶν ἀξιολόγων τόπων κατὰ τὴν ὁδόν. Τὴν δὲ Ἑλλάδος Περιήγησιν συγγράφων, ἐπεζήτει μνημεῖον ἀθάνατον καταλιπεῖν πάντων τῶν Ἑλληνικῶν, ἢ πάντα τὰ Ἑλληνικά.

Ζῶν ἐν τῇ Ῥωμαίων ἀρχῇ

[edit | edit source]

Ἐπειδὴ ἐγεννήθη ἐν τῇ Ἀσίᾳ, Ἕλλην ἦν ὁ Παυσανίας τὸ γένος. Ἐτρέφετο δὲ καὶ ἔζη ὑπὸ τὴν Ῥωμαίων ἡγεμονίαν, ἀλλὰ τὴν Ἑλληνικὴν ταυτότητα, ἱστορίαν καὶ παιδείαν ἐτίμα. Ἐσπούδαζε δὲ τὰ λαμπρὰ τοῦ Ἑλληνικοῦ παρελθόντος διηγεῖσθαι, ὅπερ ἔτι καὶ κατὰ τὸν αὐτοῦ βίον ἠρμόζετο, εἰ καὶ ἡ χώρα ὑπὸ κραταιᾷ Ῥωμαίων ἐξουσίᾳ ἐδούλευεν. Ἡ δὲ πορεία αὐτοῦ διὰ τῆς πατρίδος τῶν προγόνων πειρᾶσθαι ἦν τόπον τινὰ ἐν τῷ κόσμῳ τῇde νέᾳ ταύτῃ Ῥωμαϊκῇ Ἑλλάδι ἀπονέμειν, συνάπτων τοὺς μύθους καὶ λόγους τοῦ ἀρχαίου πολιτισμοῦ πρὸς τοὺς κατὰ τὸν ἑαυτοῦ χρόνον.

Συγγραφικὸς Τρόπος

[edit | edit source]

Ὁ Παυσανίας ἁπλῆν καὶ εὐθεῖαν τὴν γραφικὴν ἔχει μέθοδον. Ἁπλῶς γὰρ καὶ ἀπεριττῶς τὰ διηγήματα καὶ τὰς περιγραφὰς γράφει. Τινὲς δὲ μεταφρασταὶ ἐσημήναντο ὅτι ἡ χρῆσις αὐτοῦ τῶν προθέσεων καὶ χρόνων ποτὲ μὲν δυσνόητος, ποτὲ δὲ δυσμετάφραστος γίγνεται. Οἷον, ἐνίοτε χρόνῳ παρακειμένῳ ἀντὶ ἐνεστῶτος κέχρηται· ἑρμηνεύουσι δὲ τοῦτο ὡς ἂν δόξαι τοῖς ἀκούουσιν ὁμοχρόνιος εἶναι.

Διαφερόντως δὲ τῶν νῦν ὁδοιπορικῶν, ἐν τῇ Ἑλλάδος Περιηγήσει ὁ Παυσανίας πολλάκις ἐπὶ μακρὸν περὶ τελετῶν ἀρχαίων ἢ μύθων τοῖς τόποις προσήκων διεξέρχεται. Ὁ δὲ τοιοῦτος γραφικὸς τρόπος οὐ πρότερον αὖθις ἐθαυμάσθη πρὶν ἢ τὸν ἐνάτῃ ἐπὶ τοῖς εἴκοσιν αἰῶνα, ὅτε τὰ σύγχρονα ὁδοιπορικὰ παραπλήσια ἐγένετο.

Ἐν δὲ τῇ τοπογραφίᾳ αὐτοῦ, ὁ Παυσανίας πολλὰς περὶ φύσεως θαυμάτων ἀφηγήσεις ποιεῖται, οἷον σημεῖα σεισμῶν προμηνύοντα, φαινόμενα τῶν παλίρροιων, τὰ βόρεια πέλαγη ὑπὸ κρύους πεπηγότα, καὶ ὅτι ἐν Συήνῃ (Ἀσσουάν) τροπαῖς θεριναῖς ὁ μεσημβρινὸς ἥλιος οὐδεμίαν σκιὰν βάλλει.

Καίτοι οὐδέποτε ἀμφιβάλλει περὶ θεῶν καὶ ἡρώων, ἔνια δὲ τῶν μύθων καὶ παραδόξων, ἅπερ ἐν ταῖς ἀποδημίαις ἤκουσεν, ὡς ἀσυμφώνων πρὸς τὰς ἀρχαιοτέρας παραδόσεις ἐπικρίνει. Αἱ δὲ τῶν ἀγαλμάτων καὶ ζωγράφων περιγραφαὶ αὐτοῦ λιταί εἰσιν καὶ ἀκεραίαι, τὴν στερεὰν ἀλήθειαν φέρουσαι.

Γνωρίζει δὲ ὁ Παυσανίας καὶ τὰ ἑαυτοῦ μεθόρια. Ὅταν μὴ αὐτὸς ἑωρακὼς ἀλλ’ ἐξ ἀκοῆς λέγῃ, φανερῶς δηλοῖ τὴν πηγήν, ἐνίοτε καὶ τὰ τότε μὲν γνώριμα αὐτῷ, νῦν δὲ τοῖς μετ’ αὐτὸν ἀγνοούμενα βεβαιῶν.

Νεωτέρα ὑποδοχή

[edit | edit source]

Πρὶν ἢ οἱ ἀρχαιολόγοι τοῦ εἰκοστοῦ αἰῶνος συμπεράνωσιν ὅτι ὁ Παυσανίας ἀξιόπιστος ἡγεμὼν ἦν τοῖς ἀνασκαφομένοις τόποις, οἱ φιλόλογοι τὰ συγγράμματά οἱ ὡς μόνον λογοτεχνικὰ ἀπεδοκίμαζον. Ἀκολουθοῦντες δὲ τῷ τότε δοκοῦντι κύριον Οὐλρίχῳ τῷ Βιλαμοβίτζῃ-Μολεντόρφῳ, ὡς φορέα δευτεροχόων λόγων αὐτὸν ἐνόμιζον, καὶ ᾤοντο μὴ πλεῖστα τῶν τόπων ἑωρακέναι ὧν διέγραψε. Ἡ δὲ νεωτέρα ἀρχαιολογικὴ ζήτησις ἀκρίβειαν τῶν ὑπὸ τοῦ Παυσανίου παραδοθέντων ἀπεκάλυψε, μᾶλλον δὲ καὶ ὡς ὁδηγὸν πρὸς πλείονας ἐξετάσεις χρήσιμον. Ἡ περὶ Ταρτησσοῦ ἔρευνα δηλοῖ ὅπως τὰ γραφέντα ὑπ’ αὐτοῦ νῦν τοῖς ἀρχαιολόγοις συλλαμβάνει περὶ τῆς ὑπάρξεώς τε καὶ θέσεως καὶ πολιτισμοῦ αὐτοῦ.