Jump to content

Wp/grc/Πάθος

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Πάθος
 Τοῦτο τὸ λῆμμα ἐγράφη ἐν τῇ Κοινῇ διαλέκτῳ.
Ἡ ζωγραφία «Ὁ Ἰησοῦς ἀκανθίνῳ στεφάνῳ στεφανωθείς» τοῦ Ματθίου Στομ (περ. 1633–1639) δείκνυσι τὸν Ἰησοῦν ἐν τῷ Πάθει αὐτοῦ ὡς «Κύριον τῆς ὑπομονῆς», φέροντα τὸν ἀκάνθινον στέφανον καὶ κάλαμον ὡς σκῆπτρον, ἐμπαιζόμενον ὑπὸ τῶν Ῥωμαίων στρατιωτῶν.

Τὸ Πάθος καλεῖται τὸ χρονικὸν διάστημα ὃ προηγεῖται τοῦ θανάτου τοῦ Ἰησοῦ. Τὰ γεγονότα τοῦ διαστήματος τούτου διηγοῦνται τὰ τέσσαρα εὐαγγέλια τῆς Καινῆς Διαθήκης. Οἱ χριστιανοὶ κατ’ ἔτος ἀναμιμνῄσκονται τούτων ἐν τῇ Ἁγίᾳ Ἑβδομάδι. Τὸ Πάθος περιλαμβάνει πλεῖστα καὶ σπουδαιότατα γεγονότα, οἷον·

  • τὴν εἴσοδον τοῦ Ἰησοῦ εἰς Ἱεροσόλυμα ὡς βασιλέα,
  • τὸν καθαρισμὸν τοῦ ἱεροῦ,
  • τὴν χρῖσιν αὐτοῦ μύρῳ,
  • τὸ δεῖπνον τὸ ἔσχατον μετὰ τῶν μαθητῶν,
  • τὴν προσευχὴν ἐν ἀγωνίᾳ,
  • τὴν σύλληψιν,
  • τὰς ἀνακρίσεις ἐνώπιον τῶν ἀρχόντων τῶν Ἰουδαίων καὶ ἔπειτα ἐνώπιον Ποντίου Πιλάτου, τοῦ Ῥωμαίου ἡγεμόνος
  • τῇ σταυρώσει, τῷ θανάτῳ καὶ τῇ ταφῇ αὐτοῦ.

Αἱ περικοπαὶ τῆς Γραφῆς, αἳ ταῦτα διηγοῦνται, καλοῦνται «ἱστορίαι τοῦ Πάθους». Ἐν τισὶ χριστιανικαῖς παραδόσεσι μνημονεύεται καὶ ἡ λύπη τῆς Μαρίας, μητρὸς τοῦ Ἰησοῦ, ἰδίως δὲ τῇ ἡμέρᾳ τῇ ἐπονομαζομένῃ Παρασκευῇ τῶν Ὀδυνῶν.