Jump to content

Wp/grc/Μοναχόν (πόλις)

From Wikimedia Incubator
< Wp | grc
(Redirected from Wp/grc/Μοναχός (πόλις))
Wp > grc > Μοναχόν (πόλις)

Τὸ Μοναχόν, Γερμανιστὶ München [ˈmʏnçən], Βαυαριστὶ Minga [ˈmiŋ(g)a], ἡ τῆς Γερμανικῆς περιοχῆς Βαυαρίας μεγίστη καὶ πρωτεύουσα πόλις ἐστίν. Τῷ Νοεμβρίῳ τοῦ ἔτους 2024, ὁ δῆμος τοῦ Μοναχοῦ ἀριθμεῖ 1.604.384 πολίτᾱς. Τρίτη πόλις ἐστὶ τὸ μέγεθος τῶν ἐν Γερμανίᾳ, μετὰ Βερολῖνον καὶ Ἁμβοῦργον· καὶ γὰρ οὖν ἡ ἑνδεκάτη μεγίστη πόλις ἐστὶν ἐν τῇ Εὐρωπαϊκῇ Ἑνώσει. Ἡ δὲ τοῦ δήμου πυκνότης ἐνταῦθα μεγίστη ἐστίν· τετραχίλιοι καὶ ὀκτακόσιοι καὶ ἑξηκονταὲν πολῖται ἐν ἑνὶ χιλιομέτρῳ τετραγώνῳ ἐνοικοῦσιν. Δι' ὃ ἐστὶν ὁ Μοναχὸς ὁ πυκνότατα οἰκούμενος τόπος ἐν τῇ πᾶσῃ Βαυαρίᾳ.

Τὸ Μοναχὸν ἑαυτὴν ἡγουμένη πόλις ἐστί, ὀμφαλὸς τῆς περικειμένης χώρᾱς Μοναχοῦ (Umland München). Ὁ δὲ τοῦ Μοναχοῦ πλοῦτος ἐπὶ ὑψηλῇ τέχνῃ τε καὶ βιοτεχνολογίᾳ καὶ αὐτοκινήτων ἐργαστηρίοις καὶ χρηµατοπιστωτικαῖς ὑπηρεσιαῖς ἵδρυται, ἔτι δὲ καὶ ἐπὶ ταῖς πληροφορικαῖς, μηχανικαῖς καὶ ἠλεκτρονικαῖς τέχναις.

Μοναχόν
München
alt
alt
Ὅραμα τοῦ Μοναχοῦ
Σημεῖον Θύρεος
Θέσις
48°08′15″N 11°34′30″O
Χώρα Γερμανία

Δήμαρχος Δῑ́τερος Ῥαῖτερος, Γερμανιστὶ Dieter Reiter (SPD, Σοκιαλιστικὴ Δημοκρατικὴ ἑταιρεῖα τῆς Γερμανίᾱς)

Ἐμβαδόν 310,73 χ2
Ὕψωμα 519 μ.
Πλῆθος 1.500.000
Πυκνότης 4.861 κατ./χ2

Ζώνη Ὥρας UTC+1

UTC+2 (θέρει)

Ἱστοσελίς:
muenchen.de
Ὅραμα τοῦ Μοναχοῦ.
Τὸ τοῦ Μοναχοῦ σημεῖον.

Σχολεῖα

[edit | edit source]

Ἐν τῇ πόλει εἰσὶ πολλὰ δὴ σχολεῖα, παραδείγματος ἕνεκα τὸ Οὐίττελσβαχίον Γυμνάσιον Μοναχίον.

Πηγαί

[edit | edit source]

Ἐξωτερικὸς σύνδεσμος

[edit | edit source]

https://www.muenchen.de/