Jump to content

Wp/grc/Μεγάλη Ἰδέα

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Μεγάλη Ἰδέα
Ἐθνογραφικὸς χάρτης τῆς Ἑλλάδος καὶ τῆς Μικρᾶς Ἀσίας (Γεώργιος Σωτηριάδης, Πανεπιστήμιον Ἀθηνῶν, 1918).
Τὰ ὅρια ὑπὸ τοῦ Βενιζέλου ἐν Λουτετίᾳ τῷ 1918 παραινούμενα.
Ἡ συνθήκη τῶν Σεβρῶν (1920).
Ἐπαινετικὸς χάρτης τῆς Ἑλλάδος ὅπως ἐν Σεβραῖς ὥριστο.
Ἡ τῆς Σμύρνης πυρκαϊά, εἰκὼν τῆς Μικρασιατικῆς Καταστροφῆς.

Μεγάλη Ἰδέα ἀλυτρωτικὸν κίνημα καὶ προαίρεσις τῆς Ἑλληνικῆς πολιτείας ἐν τῷ 19ῳ αἰῶνι ἦν, ἣ ἐζήτει ἐκτείνειν τὴν Ἑλλάδα πρὸς τὸν Βόρειον Ἤπειρον, τὴν Ἀνατολικὴν Θρᾴκην (ἕως Κωνσταντινουπόλεως) καὶ τὰς Ἀσιατικὰς ἀκτὰς τοῦ Αἰγαίου, ὅπου πολλοὶ Ἕλληνες ᾤκουν· κατὰ τὴν γὰρ Ὀθωμανικὴν ἀπογραφὴν τοῦ 1881[1], τῶν μὲν ἐν Ἀνατολικῇ Θρᾴκῃ οἰκούντων μόνως 41% Μουσουλμάνοι ἦσαν, οἱ δὲ πλείονες Ἕλληνες. Ἐν δὲ τῷ μουτεσαρριφλικίῳ (τῇ Τουρκικῇ διοικήσει) τῶν Μετρῶν (Çatalca), πρὸ ἑσπέρας τῆς Κωνσταντινουπόλεως, οἱ Ἕλληνες ἦσαν 61%. Οἱ μὲν Μουσουλμάνοι μόνως 33% τῆς Κωνσταντινουπόλεως ἦσαν, οἱ δὲ πλεῖστοι Χριστιανοί, Ἕλληνες γὰρ καὶ Ἀρμένιοι καὶ Λατῖνοι. Ὁμοίως, οἱ μὲν Μουσουλμάνοι ἐν Σμύρνῃ μόνως 38% ἦσαν, οἱ δὲ πλεῖστοι Χριστιανοί, τοῦτ’ ἐστὶ Ἕλληνες καὶ Λατῖνοι. Ἀμφότεραι αἱ πόλεις καὶ Ἰουδαϊκοὺς μετοίκους εἶχον.

Τὸ μὲν ὑψηλότερον σημεῖον πρὸς τὴν τελείωσιν τῆς ἰδέας ταύτης ἦν ἡ τῆς δημοκρατικῆς Ἑλλάδος μετοχὴ ἐν τῷ πρώτῳ πολέμῳ τῷ παγκοσμίῳ καὶ ἡ μετὰ ταῦτα συνθήκη τῶν Σεβρῶν (Αὐγούστου τοῦ 1920), ἣ μὲν οὖν τὴν Ἀνατολικὴν Θρᾴκην τε καὶ τὴν Ἰωνίαν τῇ Ἑλλάδι ἀπένειμε, τὴν δὲ Κωνσταντινούπολιν καὶ τὰ Στενὰ ὑπὸ κοινὴν τῶν ἐθνῶν ἐξουσίαν ἔθηκεν.

Ἡ δὲ τοῦ Ἐλευθερίου Βενιζέλου ἧσσα ἐν ταῖς τοῦ Νοεμβρίου 1920 ἐκλογαῖς (καίπερ πλεῖον λαβόντος ψήφων τοῦ λαοῦ), ἡ ἀποκατάστασις τῆς φιλογερμανικῆς μοναρχίας, αἱ συνεπόμεναι τοῦ στρατοῦ ἐκκάθαρσις τε καὶ πολιτικὴ ἀπομόνωσις τῆς Ἑλλάδος, ὥσπερ καὶ ἡ ἐν Τουρκίᾳ ἄνοδος τοῦ ἐθνικισμοῦ, ἤγαγον εἰς τὴν ἧσσαν τῆς Ἑλλάδος ἐν πολέμῳ νέῳ Ἑλληνοτουρκικῷ, εἰς τὴν Μικρασιατικὴν καταστροφὴν, εἰς τὸν ὄλεθρον Ἑλλήνων καὶ Ἀρμενίων, εἰς τὴν ἀνταλλαγὴν τῶν πληθέων, καὶ εἰς τὸ τέλος τῆς Μεγάλης Ἰδέας.

Πηγαί

[edit | edit source]
  1. Kemal H. Karpat, Ottoman Population, 1830-1914 (University of Wisconsin Press, 1985).