Jump to content

Wp/grc/Μεγάλη Ἐντολή

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Μεγάλη Ἐντολή
 Τοῦτο τὸ λῆμμα ἐγράφη ἐν τῇ Κοινῇ διαλέκτῳ.

Μεγάλη Ἐντολή, ἡ καὶ Πρώτη καλουμένη, διδασκαλία ἐστίν ἐν τῇ Καινῇ Διαθήκῃ. Αὕτη ἐστίν ἡ πρώτη ἐκ τῶν δύο ἐντολῶν ἃς ὁ Ἰησοῦς ὁρίσας ἐκάλεσε μεγίστας, καθὼς γέγραπται ἐν τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ (22:35–40) καὶ ἐν τῷ κατὰ Μᾶρκον (12:28–34), μνημονεύεται δὲ καὶ ἐν τῷ κατὰ Λουκᾶν (10:27). Αἱ πλεῖσται ἐκκλησίαι ἡγοῦνται τὰς δύο ταύτας ἐντολὰς εἶναι τὰς κυριωτάτας πρὸς τὸ ὀρθῶς ζῆν τὸν χριστιανικὸν βίον.

Γραφικαὶ μαρτυρίαι

[edit | edit source]
  • Πρώτη ἐντολή — Δευτερονόμιον 6:4–5 «Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστιν· καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου.»
  • Δευτέρα ἐντολή — Λευιτικόν 19:18 «Οὐκ ἐκδικήσεις οὐδὲ μνησικακήσεις τοῖς υἱοῖς τοῦ λαοῦ σου· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν· ἐγώ εἰμι Κύριος.»