Wp/grc/Μεγάλη Ἀποστολή
Ἡ Μεγάλη Ἀποστολή ἐστίν ἡ ἐντολὴ ἣν ὁ ἀναστὰς Ἰησοῦς ἔδωκεν τοῖς μαθηταῖς αὐτοῦ, κελεύων αὐτοὺς κηρύσσειν τὸ εὐαγγέλιον εἰς πάντα τὰ ἔθνη. Ἡ ἐντολὴ αὕτη ἀναγέγραπται ἐν τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ (28:16-20), ὅπου ὁ Ἰησοῦς, ἑστὼς ἐπὶ ὄρους ἐν τῇ Γαλιλαίᾳ, εἶπεν τοῖς μαθηταῖς· «Πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.»
Τοῦτο τὸ πρόσταγμα ὁμοιάζει ταῖς ἄλλαις ἀποστολαῖς, ὅτε ὁ Ἰησοῦς ἀπέστειλεν τοὺς μαθητὰς αὐτοῦ, καθὼς διηγεῖται ἐν τοῖς εὐαγγελίοις κατὰ Μᾶρκον καὶ κατὰ Λουκᾶν, ἑκάστου μέντοι ἔχοντος τινὰς διαφοράς. Ἐν τῷ κατὰ Λουκᾶν ἀποστέλλει καὶ τοὺς ἑβδομήκοντα, δοὺς αὐτοῖς ἐξουσίαν θεραπεύειν καὶ ἐκβάλλειν δαιμόνια· ὁ δὲ ἐπίλογος τοῦ κατὰ Μᾶρκον εὐαγγελίου μαρτυρεῖ ὅτι οἱ μαθηταὶ ἐκήρυξαν πανταχοῦ, καὶ πιστεύεται ὅτι ὁ ἐπίλογος ἐκεῖνος προσετέθη ὕστερον.
Ἡ Μεγάλη Ἀποστολή ἀποτελεῖ μέρος σπουδαῖον τῆς χριστιανικῆς διδασκαλίας· παροτρύνει γὰρ τοὺς πιστοὺς μεταδιδόναι τὴν πίστιν, ἐργάζεσθαι ἀποστολικῶς, βαπτίζειν νέους πιστούς καὶ διδάσκειν ἄλλους περὶ Ἰησοῦ. Κατὰ τὴν παράδοσιν οἱ ἀπόστολοι ἐξῆλθον ἀπὸ Ἱεροσολύμων καὶ ἵδρυσαν ἐκκλησίας ἐν πόλεσιν οἷον Κορίνθῳ, Φιλίπποις, Ἐφέσῳ καὶ Ῥώμῃ.
Τινὲς Χριστιανοὶ, οἱ καλούμενοι Πρετερισταί, ἡγοῦνται ὅτι ἡ Μεγάλη Ἀποστολή, ὡσαύτως καὶ ἄλλαι προφητεῖαι τῆς Γραφῆς, ἤδη ἐτελέσθησαν ἐν τῷ πρώτῳ αἰῶνι· ἄλλοι δέ, οἱ λεγόμενοι Μελλοντισταί, νομίζουσιν ὅτι ἔτι μέλλει ταῦτα συντελεσθῆναι, μάλιστα ὅταν ὁ Ἰησοῦς ἐπανέλθῃ.