Wp/grc/Λουδοβίκος βαν Βεθόβεν

From Wikimedia Incubator
< Wp‎ | grcWp > grc > Λουδοβίκος βαν Βεθόβεν
Jump to navigation Jump to search
Beethoven.jpg

Λουδοβίκος βὰν Βήθοβεν (γερμανιστί: Ludwig van Beethoven, προφορά: ˈluːtvɪç fan ˈbeːthoːfn̩, βαπτισθεὶς 17.12.1770 ἐν Βόννῃ – θανὼν 26.3.1770 ἐν Βινδοβώνῃ) ἦν μουσοτέχνης γερμανός.

Εὐκλεέστατος τῶν μουσουργῶν δοκούμενος, εὐφυῶς ἐνεωτέρησεν ἀπὸ κλασσικῆς ἐς ῥομαντικὴν μουσικὴν, εὐδοξότατα ἔργα (9 συμφωνίας κλεινὰς, 5 κλειδοκυμβάλου κονσέρτα, ἓν βιολίου, 32 κλειδοκυμβάλου ἠχήματα (σονάτας), 16 ἐγχόρδων τετράδας, μεγίστην λειτουργίαν Missa Solemnis, καὶ ὄπεραν Fidelio) γεγραφὼς.

Νεώτατος μουσικῆς χάρισμα ἐδήλου, ἐκπαιδευθεὶς ὑπὸ τοῦ πατρός του Ἰωάννου βὰν Βήθοβέν τε καὶ μουσικοσυνθέτου καὶ μουσικοδιευθυντοῦ Χριστιανοῦ Θεοφίλου Νῆφε (Christian Gottlob Neefe). Ἡλικίᾳ 21 ἐτῶν ἐς Βινδοβώνην, ἄχρι θανάτου, μετοικήσας, μουσικοσύνθεσιν ἐσπούδαζεν παρὰ τῷ μεγίστῳ Ἰωσήπῳ Ἅηδνι (Haydn), καὶ εὔδοξος κλειδοκυμβαλεὺς ἐδοκεῖτο. Τοιγὰρ ἐκ τοῦ εἰκοστοῦ ἐνιαυτοῦ, ἡ αὐτοῦ ἀκοή ἀπισχναίνετο, καὶ τῇ ὑστάτῃ τοῦ βίου δεκαετίᾳ χαλεπῶς ἐκώφευεν.

Ἀπ᾽ἐνιαυτοῦ 1811 τοίνυν τοῦ μουσικοδιευθύνειν δημοσίᾳ ἐξέλειπεν, ἐμουσιούργει δὲ ἰδίᾳ. Πολλά μέντοι τῶν περιβλεπτοτάτων λαμπρῶν μουσουργημάτων αὐτοῦ γέγραπται ἐν ταὐτοῖς τοῖς δεκαπέντε τοῦ ὑστέρου βίου ἐνιαυτοῖς.

Εξωτερικοί σύνδεσμοι[edit]

Commons-logo.svg
Βικικοινά
Ἴδε τὰς εἰκόνας καὶ τὰ κοινὰ τά ἄλλα περὶ τοῦ Λουδοβίκου βὰν Βηθόβενος

Κυρία δέλτος ἐκ τῆς Δομῆς Μπετόβεν ἐν τῇ Βόννῃ commons:Ludwig van Beethoven