Wp/grc/Καλλίμαχος
Καλλίμαχος ὁ Κυρηναῖος (περὶ 310–240 π.Χ.) ποιητὴς ἦν, φιλόλογος καὶ βιβλιοθηκάριος, ὃς ἐν Ἀλεξανδρείᾳ τῷ γʹ αἰῶνι π.Χ. ἤκμαζεν. Ἔξοχος ὢν τῶν καθ᾽ αὑτὸν ποιητῶν, ἔγραψε ὑπὲρ ὀκτακοσίων ποιημάτων, ὧν τὰ πλεῖστα οὐ σῴζονται, ἐν παντοδαποῖς εἴδεσι. Ἐφιλοσόφησε περὶ ποιήσεως, ἀναπτύξας τὴν καλουμένην «Καλλιμάχειον δόξαν», ἥτις Ῥωμαίους ποιητὰς μεγάλως παρώρμησε καὶ δι᾽ ἐκείνων εἰς πᾶσαν τὴν ὑστέραν Δυτικὴν γραμματείαν συνέβαλε.
Γεννηθεὶς ἐν εὐδόξῃ οἰκίᾳ τῆς Κυρήνης—Ἑλληνικῆς πόλεως ἐν τῇ νῦν Λιβύῃ—καὶ παιδευθεὶς ἐν Ἀλεξανδρείᾳ, μητροπόλει τῶν Πτολεμαίων, πρῶτον μὲν ἐπὶ Πτολεμαίου τοῦ Φιλαδέλφου γραμματικὸς ἦν ἐν τῇ πόλει, εἶτα δὲ ἐκλήθη εἰς τὴν Μεγάλην Βιβλιοθήκην, ἔνθα τοὺς Πίνακας κατήρτισε, καταλόγους ὅλης τῆς Ἑλληνικῆς γραμματείας. Ἔζησε, ὡς εἰκάζεται, μέχρι τῆς βασιλείας Πτολεμαίου τοῦ Εὐεργέτου.
Καίπερ πολλὰ καὶ ἐν πεζῷ λόγῳ καὶ ἐν ποιήσει γράψας, ὀλίγα μόνον τῶν ποιημάτων αὐτοῦ νῦν σῴζονται. Ἐπιφανέστατα δὲ τὰ ἔργα αὐτοῦ εἰσίν· τὰ Αἴτια (ποίημα αἰτιολογικὸν ἐν δʹ βιβλίοις), ἓξ ὕμνοι εἰς θεούς, ἐπιγράμματα ὡς ἑξήκοντα, ἴαμβοι σατυρικοί, καὶ ἡ Ἑκάλη, ποίημα ἐπικόν. Κοινωνήσας μὲν τοῖς ἄλλοις Ἀλεξανδρείοις ποιηταῖς—Ἀράτῳ, Ἀπολλωνίῳ τῷ Ῥοδίῳ, Θεοκρίτῳ—ἰδίαν δὲ τέχνην ἐπεδείκνυτο· οἰκεῖος γὰρ μικροῖς καὶ σκοτεινοῖς θέμασιν ἦν, σμικρὰ ποιήματα προαιρούμενος καὶ τὰ μακρὰ ἔπη, τὴν τότε κρατοῦσαν μορφὴν ποιήσεως, ἀποδοκιμάζων.
Καλλίμαχος καὶ ἡ ποιητικὴ φιλοσοφία αὐτοῦ Ῥωμαίοις ποιηταῖς τῆς ὀψίμου Ῥωμαϊκῆς Δημοκρατίας καὶ τῆς πρώτης Αὐτοκρατορίας μέγα παράδειγμα ἐγένοντο· Κάτουλλος, Ὁράτιος, Οὐεργίλιος, Προπέρτιος, Ὀβίδιος τὴν ποίησιν αὐτοῦ ὡς ἀρχέτυπον ἐθεῶντο καὶ ποικίλως ἐμιμοῦντο. Οἱ νῦν φιλόλογοι αὐτὸν ἕνα τῶν μεγίστων Ἑλλήνων ποιητῶν ἡγοῦνται. Κατὰ τὴν ἑλληνίστριαν Καθαρίνην Γκουτζβίλλερ, «ἀνενέωσεν τὴν Ἑλληνικὴν ποίησιν ἐπὶ τοῦ Ἑλληνιστικοῦ αἰῶνος, ἐφευρὼν ἰδίαν τέχνην ἥτις, διὰ τῆς μορφῆς αὐτῆς ἐν τῇ Ῥωμαϊκῇ ποιήσει, πᾶσαν τὴν μεταγενεστέραν γραμματείαν διεμόρφωσεν».