Jump to content

Wp/grc/Θησαυρὸς τῶν Ἀθηναίων

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Θησαυρὸς τῶν Ἀθηναίων
 Τοῦτο τὸ λῆμμα γέγραπται τῇ Ἀττικῇ καὶ τῇ Ἀττικιζούσῃ διαλέκτῳ.
 Τοῦτο τὸ λῆμμα ἀνατεθεώρηται.

Ὁ παρὰ Δελφοῖς Θησαυρὸς τῶν Ἀθηναίων, μικρὸν μὲν μέγεθος, κάλλει δὲ λαμπρὸν ἀνάθημα τῷ Ἀπόλλωνι Ἀθηναῖοι ἔστησαν, ἵνα τὰς ἀναθήκας καὶ τὰ χρήματα τὰ ἐκ τῶν πολέμων φυλάττωσιν. Ἐκ παρίου μαρμάρου ὅλος ἐγένετο καὶ ἔκειτο ἐπὶ τῆς ἱερᾶς ὁδοῦ· τὸν δὲ χρόνον τῆς οἰκοδομήσεως οἱ πλείους ἐν μέσῳ τίθενται τοῖς ἔτεσι τοῖς μεταξὺ τῆς Περσικῆς μάχης καὶ τοῦ 50οῦ ἔτους πρὸ τῆς κοινῆς ἡμέρας. Ἐπιγραφή τις ἐπὶ τῆς στυλοβατίας δηλοῖ τὸν Θησαυρὸν ἐκ τῶν λαφύρων τῆς ἐν Μαραθῶνι μάχης ἀνατεθῆναι.

Ἀρχιτεκτονία καὶ κόσμος

[edit | edit source]

Κατὰ τὸν τύπον τοῦ ἐν παραστάσιν δίστηλου ᾠκοδομήθη, μήκει μὲν σχεδὸν 10 μέτρων, πλάτει δὲ ἓξ. Ἡ δωρικὴ ζωφὸς τριάκοντα μετώπας εἶχεν, ἐν οἷς τὰ τοῦ Ἡρακλέους ἔργα τὰς μὲν πρὸς ἄρκτον καὶ δυσμὰς πλευρὰς ἐκόσμουν, τὰ δὲ τοῦ Θησέως ἐπὶ νότον καὶ ἀνατολὰς ἐξέκειντο· ὁ μὲν Θησεὺς ὡς Ἀθηναῖος ἥρως ἰσοτίμως τῷ πανελληνίῳ Ἡρακλεῖ ἐνεδείκνυτο.

Σύμβολον καὶ πολιτικὸς σκοπός

[edit | edit source]

Ἡ τῶν ἔργων ἐπιλογὴ οὐκ ἄνευ προνοίας ἐγένετο· παριστάντες γὰρ Ἡρακλέα καὶ Θησέα, οἱ Ἀθηναῖοι τὸ ἴδιον ἦθος ἐμεγάλυναν καὶ ἐν πανελληνίῳ τὴν πόλιν ἐτίθεντο ἐν ἀξιώματι ὑψηλῷ. Οὕτω δὲ καὶ τὰ δημοκρατικὰ ἤθη καὶ ἡ πολεμικὴ ἀρετὴ προὐβάλλοντο.

Ἀναθήματα καὶ ἐπιγραφαί

[edit | edit source]

Ἔνδον ἐφυλάσσοντο ἀναθήματα ποικίλα, οἷον ἐκ πολεμίων λάφυρα καὶ ἀγαλμάτια. Ἐπὶ τῆς νοτίας πλευρᾶς ἐνεγέγραπτο· «Ἀθηναῖοι Ἀπόλλωνι ἀπὸ τῶν περσικῶν λαφύρων τῶν ἐν Μαραθῶνι».

Θέσις ἐν Δελφοῖς

[edit | edit source]

Ὁ θησαυρὸς ὑπὸ τὸν ναὸν τοῦ Ἀπόλλωνος, παρὰ τὴν ἱερὰν ὁδόν, ἦν κεῖμενος, ἐν μέρει τοῦ τόπου τῷ λαμπροτάτῳ, ἵνα πᾶσι τοῖς παριούσιν ἐπιφαίνηται. Τοῖς δὲ ἄλλοις τῶν πόλεων θησαυροῖς διὰ παντὸς τοῦ ἱεροῦ ἀντηγωνίζετο τῇ μεγαλοπρεπείᾳ.

Ἀνασκαφὴ καὶ νῦν κατάστασις

[edit | edit source]

Τῆς ἀνασκαφῆς γενομένης κατὰ τὰς ἀρχὰς τοῦ 20οῦ αἰῶνος, ὁ θησαυρὸς ἀνεστηλώθη καὶ νῦν ἔτι ἐν τῷ τόπῳ ἑστὴκεν. Αἱ μὲν μετώπαι αἱ ἀρχαῖαι εἰς τὸ ἐν Δελφοῖς μουσείον ἐκομίσθησαν, ἀντὶ δὲ τούτων ἐπὶ τοῦ οἰκοδομήματος ἀντίγραφα τέθεινται.