Jump to content

Wp/grc/Θέογνις ὁ Μεγαρεύ

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Θέογνις ὁ Μεγαρεύ
 Τοῦτο τὸ λῆμμα γέγραπται τῇ Ἀττικῇ καὶ τῇ Ἀττικιζούσῃ διαλέκτῳ.
 Τοῦτο τὸ λῆμμα ἀνατεθεώρηται.

Θέογνις ὁ Μεγαρεύς, ἐλεγεῖος ποιητὴς τοῦ ἕκτου πρὸ Χριστοῦ αἰῶνος, κατὰ τοὺς ἀρχαϊκοὺς χρόνους ἤκμασεν. ἔγραφε γνώμας καὶ νουθεσίας ἐν ἐλεγείοις διστίχοις, ἐν οἷς φαίνονται ὁ βίος καὶ τὸ ἦθος τῶν ἀριστοκρατῶν καὶ λύπη ἐπὶ ταῖς πολιτικαῖς μεταβολαῖς. τὰ δ’ ἔπη αὐτοῦ ὑπὸ τῶν ὑστέρων ἐτηρήθη, καὶ ἡ συλλογὴ νῦν δοκεῖ σῴζεσθαι ὡς τὸ ἥμισυ σχεδὸν τῆς πρὸ Ἀλεξάνδρου ἐλεγείας.

Βίος καὶ πατρίς

[edit | edit source]

Περὶ δὲ τοῦ βίου αὐτοῦ σαφὲς οὐδέν. οἱ μὲν ἀρχαῖοι ἔφασαν ὡς κατὰ τὴν 58ην ἢ 59ην Ὀλυμπιάδα ἤκμαζεν· ἄδηλον δ’ εἴτε ταῦτα τὴν γένεσιν εἴτε τὴν ἀκμὴν σημαίνῃ. ἡ πατρίς αὐτοῦ τὰ Μέγαρα· ἄλλοι δὲ Μεγάραν τινὰ ἐν Σικελίᾳ ἔφασαν. ἐν τοῖς ἔπεσι πολλάκις ἡ μνεία φυγῆς καὶ ξενητείας.

Τὰ ἔργα καὶ ἡ διασώσις

[edit | edit source]

Ἡ Θεόγνιδος ποίησις διὰ πλειόνων ἀντιγράφων ἐσώθη· τὰ ἔπη δίστιχα ἐλεγεῖα γέγραπται. ἡ Σοῦδα ἀναγράφει στίχους δισχιλίους ὀκτακοσίους (νῦν δὲ τὰ σωζόμενα ἐλάττονα). δοκεῖ δὲ πολλὰ τῶν ἐν τῇ συλλογῇ οὐκ εἶναι Θεόγνιδος, ἀλλ’ ὕστεραι προσθῆκαι. ἡ καλουμένη δευτέρα βίβλος, ἔνθα παιδικὰ καὶ ἐρωτικά, ἀμφισβητεῖται, εἴτε Θέογνιδος εἴη εἴτε ὕστερος χρόνος.

Θέματα τῆς ποιήσεως

[edit | edit source]

Ὁ Θέογνις ἐν τοῖς ἔπεσι λέγει περὶ πολιτικῶν πραγμάτων καὶ φιλίας, περὶ πλούτου καὶ πενίας, περὶ πολέμου, βίου βραχύτητος, καὶ περὶ θεῶν. πολλάκις προσφωνεῖ τὸν Κύρνον, νεανίσκον φίλον καὶ ἐρώμενον, ᾧ παραινέσεις δίδωσι καὶ δι’ αὐτοῦ τοὺς τῶν νέων τρόπους ἐλέγχει· πολλάκις δὲ καὶ αὑτῇ τῇ ψυχῇ συμβουλεύει. ὁ λόγος αὐτοῦ δείκνυσι τὴν ἀριστοκρατίαν κινδυνεύουσαν καὶ τὴν πόλιν μεταβαλλομένην.

Μέτρον καὶ λέξις

[edit | edit source]

Ἔγραφε ἐν διστίχοις ἐλεγείοις, ἑξάμετρον καὶ πεντάμετρον ἐναλλάξ· τὴν γλῶσσαν πολλάκις Ἰωνίζουσαν ἔχει, καὶ λέξεσιν ἐπικαῖς καὶ Ὁμηρικαῖς χρῆται. αἱ μὲν γνῶμαι πολλάκις ὀξύτητά τινα καὶ σαφήνειαν ἔχουσιν, ἄλλοτε δὲ ἁπλότητα καὶ τὸ σύνηθες.

Δόξα καὶ ἑρμηνεία

[edit | edit source]

Παρὰ μὲν τοῖς ἀρχαίοις οἱ μὲν ἐτίμων Θέογνιν ὡς διδάσκαλον ἠθῶν, οἱ δὲ ἐμέμφοντο ὡς ἄστατον καὶ ἀμφισβητούμενον. παρὰ δὲ τοῖς νεωτέροις οἱ μὲn ἱστοροῦσι καὶ διακρίνουσι τὰ γνήσια, οἱ δὲ ἅπαν τὸ σῶμα τῆς συλλογῆς προσδέχονται ὡς μαρτύριον ἀριστοκρατικοῦ φρονήματος ἐν τοῖς ἀρχαϊκοῖς χρόνοις. ὅσοι δὲ περὶ τέχνης καὶ παραδόσεως ἐσκέψαντο, δεικνύουσιν ὅτι τὰ ἔπη ταῦτα δι’ πολλῶν χειρῶν ἐσώθη καὶ δι’ ἐπιμείξεων πεπλάσθαι δοκεῖ.