Wp/grc/Ζεύς

From Wikimedia Incubator
< Wp‎ | grc(Redirected from Wp/grc/Ζεὺς)
Wp > grc > Ζεύς
Jump to navigation Jump to search
Ζεύς

Oἱ ἀρχαῖοι Ἕλληνες ἐνόμιζον τὸν Δία εἶναί τε τῶν θεῶν τύραννον καὶ τῆς Ἥρας γαμέτην. Ὁ πατὴρ τοῦ Διός ἐστι ὁ Kρόνος καὶ ἡ μήτηρ αὐτοῦ ἡ Ῥέα. Κρόνος καὶ Ῥέα εἰσὶ Τιτᾶνες. Τοῖς ἀρχαίοις Ἕλλησιν ὅμως ἐδόκει τὸν Δία ἁπάντων τῶν θεῶν τὰς ἰδιότητας ἔχοντα, διόπερ καὶ ἐτιμᾶτο διαφερόντως τῶν ἄλλων θεῶν τῆς ἰσχύος του ἕνεκα. Ἰδὲ δελφικόν τινα χρησμὸν «Εἷς ἐν παντὶ κόσμῳ θεός, ὃν Δία κικλήσκουσι» καὶ «Δία μὲν γάρ φασι δι ̓ ὃν τὰ πάντα, Ζῆνα δὲ καλοῦσι παρ ̓ ὅσον τοῦ ζῆν αἴτιός ἐστι» (Πλάτωνος Κρατύλος 396).

Τὰ τοῦ Διός[edit]

Ἔλεγον οἱ πάλαι τὸν Δία πολλὰς ἔχειν τάξεις, ἐν αἷς ὁ τῶν ξένων σωτὴρ (Ζεὺς ξένιος), ὁ τῆς βροντῆς τε καὶ τοῦ οὐρανοῦ θεός, καὶ ὁ τῆς δίκης διαιτητής.