Jump to content

Wp/grc/Εἰσόδου τοῦ Ἰησοῦ εἰς Ἱεροσόλυμα

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Εἰσόδου τοῦ Ἰησοῦ εἰς Ἱεροσόλυμα
 Τοῦτο τὸ λῆμμα ἐγράφη ἐν τῇ Κοινῇ διαλέκτῳ.
Ἡ Εἴσοδος τοῦ Χριστοῦ εἰς Ἱεροσόλυμα, Πέτρου Λορενζέττι, ἐν τῇ Βασιλικῇ τοῦ Ἁγίου Φραγκίσκου τῆς Ἀσσισίου.

Τὸ γεγονὸς τῆς ἐνδόξου εἰσόδου τοῦ Ἰησοῦ εἰς Ἱεροσόλυμα ἀναγράφεται ἐν τοῖς τέσσαρσιν εὐαγγελίοις· ἀφικνεῖται γὰρ εἰς τὴν πόλιν ὀλίγαις ἡμέραις πρὸ τοῦ πάθους αὐτοῦ. Τοῦτο τὸ γεγονὸς ἑορτάζεται καθ’ ἔτος ὑπὸ τῶν Χριστιανῶν ἐν τῇ Κυριακῇ τῶν Βαΐων.

Κατὰ τὰ εὐαγγέλια ὁ Ἰησοῦς εἰσῆλθεν εἰς Ἱεροσόλυμα, ἵνα ἑορτάσῃ τὸ Πάσχα, καθήμενος ἐπὶ πῶλον ὄνου. Ὅτε δὲ προῄει, συνήντησεν αὐτῷ ὄχλος πολύς· οἱ δὲ ἐπῄνουν τὸν Θεόν, ἔκραζον «Ὡσαννά», καὶ ἐστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ. Αὕτη ἡ περικοπὴ προοικονομεῖ τὰ γεγονότα τοῦ πάθους τοῦ Ἰησοῦ, ἅτινα καταλήγουσιν ἐν τῷ σταυρῷ καὶ τῇ ἀναστάσει αὐτοῦ.