Wp/grc/Δούρειος Ἵππος

Ὁ λεγόμενος Δούρειος Ἵππος τέχνασμά τι δόλιον ἐστὶν ἐν τοῖς περὶ τὸν Τρωϊκὸν πόλεμον λόγοις. οἱ γὰρ Ἀχαιοὶ, πολιορκοῦντες Ἴλιον ἔτη 10, μηχανὴν ἐποιήσαντο ἵππον ξύλινον μέγαν, ἐν ᾧ ἔκρυψαν ἄνδρας ἐπιλελεγμένους. οἱ δὲ Τρῶες, νομίσαντες τὸν ἵππον ἀνάθημα τῇ Ἀθηνᾷ ἢ σημεῖον λύσεως τοῦ πολέμου, εἰσήγαγον εἰς τὴν πόλιν. νυκτὸς δὲ γενομένης, οἱ ἔνδον Ἀχαιοὶ ἐξῆλθον καὶ τὰς πύλας ἤνοιξαν τοῖς λοιποῖς, καὶ οὕτως ἡ πόλις ἐλήφθη καὶ ἐπρήσθη.
Ὁ μῦθος οὗτος οὐκ ἐν τῇ Ἰλιάδι λέγεται (ἡ γὰρ ποίησις πρὸ τοῦ τέλους τοῦ πολέμου λήγει), ἀλλ᾽ ὁ Ὅμηρος ἐν τῇ Ὀδυσσείᾳ μνημονεύει τοῦ ἵππου ὡς πράγματος γνωρίμου. ὕστερον δὲ ἡ διήγησις σαφεστέρα ἐγράφη ἐν τῇ τοῦ Οὐεργιλίου Αἰνειάδι, καὶ ἐν τοῖς λοιποῖς Ἐπικοῖς ποιήμασιν, ἃ νῦν κατέφθαρται.
Αἱ πηγαὶ καὶ ἡ παράδοσις
[edit | edit source]Τὸ πλεῖστον μέρος τῆς ἱστορίας τοῦ ἵππου παρέχει ἡ Αἰνειὰς Οὐεργιλίου, ἐν τῷ δευτέρῳ βιβλίῳ, ὅπου ὁ Αἰνείας διηγεῖται τὴν ἅλωσιν τῆς πόλεως. ἐν τοῖς προτέροις δὲ Ἑλληνικοῖς λόγοις, οἷον ἐν τῇ Μικρᾷ Ἰλιάδι καὶ τῇ Ἰλίου Πέρσει, ὧν μόνον ἀποσπάσματα σώζεται, ἤδη εἶχον οἱ ἀκροαταὶ τὸν λόγον τοῦ ἵππου. ἡ Ὀδύσσεια δὲ ἐμφαίνει τὸν μῦθον ὡς παλαιὸν καὶ κοινῶς τεθρυλημένον. ὕστερον δὲ Ἀπολλόδωρος, Εὐριπίδης, καὶ ἄλλοι ποιηταὶ καὶ μυθολόγοι ἔγραψαν ἐπ᾽ αὐτῷ πλείω καὶ διαφόρως.
Ὁ μῦθος
[edit | edit source]Ὡς ὁ κοινὸς μῦθος λέγει, οἱ Ἀχαιοὶ ἐπὶ γνώμῃ Ὀδυσσέως καὶ Ἐπείου κατασκευάζουσιν ἵππον μέγαν ἐκ ξύλου κοῖλον, ἔνδον ἔχοντα ἄνδρας ἐκλελεγμένους ἥρωας, οὓς ἔνιοι λέγουσιν 30 ἢ 40 εἶναι. εἷς δέ τις ἀνήρ, Σίνων, ἀπελείφθη ἔξω, ὃς ἐψεύσατο τοῖς Τρωσὶν ὡς ἀνάθημα εἴη τῇ θεῷ καὶ ὡς οἱ Ἀχαιοὶ ἀπεληλύθοιεν. οἱ δὲ Τρῶες, διιστάμενοι περὶ τοῦ πράγματος, ἐπειδὴ οἱ μάντεις, οἷον ἡ Κασσάνδρα ἢ ὁ Λαοκόων, ἐναντιώθησαν, οὐκ ἔπεισαν τὸν δῆμον, ἀλλ᾽ εἰσήγαγον τὸν ἵππον ἐς πόλιν. νυκτός, οἱ ἔνδον ἥρωες ἐξῆλθον, καὶ τοῖς Ἀχαιοῖς τοῖς ἐπὶ θαλάσσης ἐπανελθοῦσιν ἤνοιξαν τὰς πύλας· ἡ δὲ πόλις ἐπρήσθη καὶ διεφθάρη. εἷς δὲ σχεδόν, ὁ Αἰνείας, ἐσώθη, καὶ ὕστερον, ὡς οἱ Ῥωμαῖοι λέγουσιν, γενάρχης ἐγένετο τοῦ ἔθνους ἐκείνου.
Ἑρμηνείαι καὶ ὑπολήψεις
[edit | edit source]Πολλοὶ ἱστοριογράφοι ἐζήτησαν εἰ ὁ λεγόμενος ἵππος ἦν μῦθος ἢ ὄντως μηχανὴ πολεμική. ἔνιοι ὑπολαμβάνουσιν ὅτι «ἵππος» ἦν ὄνομα ὄπλου ἢ ἐμβόλου τείχους, οὐχὶ ζῷον ξύλινον· ἄλλοι δὲ νομίζουσιν ὅτι ἦν ναῦς, ἐπὶ τῇ λέξει τῶν ποιητῶν, οἳ πολλάκις ἵππον ναῦν καλοῦσιν. ἄλλοι δ᾽ ὅλως φασὶ τὸν μῦθον πεποιῆσθαι ποιητικῶς, ἵνα τὸ τέλος τοῦ πολέμου ἔχῃ δόλον καὶ θέαν.
Ἐν τέχνῃ καὶ μυθογραφίᾳ
[edit | edit source]Ὁ Δούρειος Ἵππος ἐν ταῖς ἀρχαίαις τέχναις πολλάκις ἐζωγραφεῖτο καὶ ἐγλύφθη. ἐν ἀγγείοις γὰρ ὁρᾶται ἵππος κοῖλος, ἐν ᾧ ἄνδρες ἐξιόντες ἢ προβαίνοντες, καὶ τείχη Ἰλίου παριστάμενα. ὁ τύπος οὗτος καὶ ἐν τοῖς ὑστέροις χρόνοις ἐτιμᾶτο, καὶ τοῖς νεωτέροις ζωγράφοις ἐδόκει σημεῖον σοφίας καὶ δόλου.
Χρῆσις νεωτέρα
[edit | edit source]Νῦν δὲ τὸ ὄνομα τοῦ Δουρείου Ἵππου λέγεται κατὰ μεταφορὰν ἐπὶ παντὸς πράγματος ὃ δοκεῖ φίλον, ἔσωθεν δὲ ἐχθρὸν ἢ βλαβερόν. ἐν τῇ τέχνῃ τῶν λογισμῶν «ἵππος» καλεῖται πᾶν πρόγραμμα δόλιον, ὃ εἰς τὸν ὑπολογιστὴν ἔρχεται ὡς ἀθῷον, κρυφίως δὲ φθείρει τὸν νοῦν καὶ τὰ ἔργα. ὁμοίως δὲ καὶ ἐν πολιτείαις καὶ στρατηγήμασιν τὸ ὄνομα τοῦ ἵππου μένει παράδειγμα δόλου ὑποκεκρυμμένου.