Jump to content

Wp/grc/Διδαχή

From Wikimedia Incubator
< Wp | grc
Wp > grc > Διδαχή
Διδαχή
Συγγραφεύς:Χειρόγραφον
Χώρα:
Γλῶττα:Ἑλληνική (Κοινή)
Ἡμερομηνία:

Διδαχὴ ἐστὶ βραχεῖα καὶ ἀνώνυμος Χριστιανικὴ συγγραφή—ἀρχαῖος ἐκκλησιαστικὸς κανών—γραφεῖσα τῇ κοινῇ διαλέκτῳ, ἣν οἱ νῦν φιλόλογοι ἀνάγουσιν εἰς τὸν πρῶτον ἢ, σπανίως, εἰς τὸν δεύτερον αἰῶνα.

Τοῦ δὲ συγγράμματος τούτου ἡ ἐπιγραφὴ ἐστὶν αὕτη· «Διδαχὴ Κυρίου διὰ τῶν δώδεκα ἀποστόλων τοῖς ἔθνεσιν». Τὸ κείμενον—οὗ τινὰ μέρη τὸν ἀρχαιότατον σωζόμενον γραπτὸν κατηχισμὸν συνιστᾶσιν—διαιρεῖται εἰς τρία κύρια μέρη· περὶ τοῦ Χριστιανικοῦ βίου, περὶ τῶν τελετῶν (βαπτίσματος καὶ εὐχαριστίας), καὶ περὶ τῆς ἐκκλησιαστικῆς τάξεως. Αἱ μὲν πρῶται περικοπαὶ διδάσκουσι περὶ τῆς ὁδοῦ τῆς ζωῆς καὶ τῆς ὁδοῦ τοῦ θανάτου· ἡ δὲ Κυριακὴ Προσευχὴ ἐν αὐτῷ περιέχεται. Τὸ βάπτισμα τελεῖται διὰ καταδύσεως ἢ δι’ ἐπιχύσεως, ἐὰν ὕδωρ ζῶν μὴ παρῇ· κελεύεται δὲ καὶ νηστεία τῇ τετάρτῃ καὶ τῇ παρασκευῇ. Δύο ἀρχαῖαι εὐχαριστικαὶ προσευχαὶ παραδίδονται.

Ἡ δὲ ἐκκλησιαστικὴ τάξις ἤρχετο ἔτι αὐξάνεσθαι. Οἱ μὲν περιερχόμενοι ἀπόστολοι καὶ προφῆται μεγάλην εἶχον ἐξουσίαν, ὡς ἀρχιερεῖς λειτουργοῦντες καὶ τὴν εὐχαριστίαν τελοῦντες· ἅμα δὲ καὶ οἱ κατὰ τόπον ἐπίσκοποι καὶ διάκονοι ἐξουσίαν εἶχον καὶ ἐφαίνοντο τούτους διαδεχόμενοι.

Ἡ Διδαχὴ λογίζεται πρῶτον παράδειγμα τοῦ γένους τῶν ἐκκλησιαστικῶν κανόνων, δηλοῦσα πῶς οἱ ἐξ Ἰουδαίων Χριστιανοὶ περὶ ἑαυτῶν ἐφρόνουν καὶ πῶς τὰ ἔθη αὐτῶν τοῖς ἐξ ἐθνῶν Χριστιανοῖς προσηρμόζοντο. Ὁμοία ἐστὶ κατὰ πολλὰ τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ, ἴσως ὅτι ἀμφότερα τὰ συγγράμματα ἐν παραπλησίαις κοινότησιν ἐγράφησαν. Αἱ δὲ πρῶται περικοπαί, αἵτινες καὶ ἐν ἄλλοις ἀρχαίοις Χριστιανικοῖς συγγράμμασιν εὑρίσκονται, οἷον ἐν τῇ Ἐπιστολῇ Βαρνάβα, δοκοῦσιν ἐκ παλαιοτέρας Ἰουδαϊκῆς πηγῆς προέρχεσθαι.

Ἡ Διδαχὴ ἀριθμεῖται ἐν τῇ δευτέρᾳ γενεᾷ τῶν Χριστιανικῶν γραμμάτων, τῶν καλουμένων Ἀποστολικῶν Πατέρων. Τὸ βιβλίον μὲν ὑπὸ τινῶν Πατέρων τῆς Ἐκκλησίας ὡς μέρος τῆς Καινῆς Διαθήκης ἐλογίζετο, ὑπὸ δὲ ἄλλων ὡς νόθον ἀπεδοκιμάζετο· τέλος δὲ οὐκ εἰσῆλθεν εἰς τὸν κανόνα. Τῶν δὲ συγγραμμάτων τῶν ἐξ αὐτῆς ἠρτημένων εἰσὶν ἡ Διδασκαλία τῶν Ἀποστόλων, αἱ Ἀποστολικαὶ Διαταγαί, καὶ ἡ Αἰθιοπικὴ Διδασκαλία, ἥτις περιλαμβάνεται ἐν τῷ μείζονι κανόνι τῆς Αἰθιοπικῆς Ὀρθοδόξου Ἐνωτικῆς Ἐκκλησίας (Tewahedo).

Ἐπὶ πολλοὺς αἰῶνας ἀπολωλός, τὸ Ἑλληνικὸν χειρόγραφον τῆς Διδαχῆς εὑρέθη ἔτει 1873 ὑπὸ Φιλοθέου Βρυεννίου, μητροπολίτου Νικομηδείας, ἐν τῷ Ἱεροσολυμιτικῷ Κώδικι. Λατινικὴ δὲ μετάφρασις τῶν πρώτων πέντε κεφαλαίων εὑρέθη ἔτει 1900 ὑπὸ Ἰωάννου Σλέχτου (Johann Schlecht).