Wp/grc/Γεώργιος Γουλιέλμος Φρειδερίκος Ἕγελος
Γεώργιος Γουλιέλμος Φρειδερίκος Ἕγελος (γερμανιστί: Georg Wilhelm Friedrich Hegel), φιλόσοφος Γερμανός, γεγονὼς τῇ 27 Αὐγούστου 1770, ἀποθανὼν τῇ 14 Νοεμβρίου 1831.
συμφοιτήσας τοῖς ἀπὸ τῶν ἰδεῶν φιλοσοφοῦσι τοῖς ἀμφὶ Κάντιον εἰς πανεπιστημίον ἔυνους μὲν τὸ πρῶτον ἐγένετο τῇ Σελιγγικῇ φιλοσοφίᾳ, ὡς λύσαντι τὴν Καντίου ἀπορίαν τοῦ πῶς τὰ νοούμενα γνωσόμεθα, φύσιν αὐτὴν ἡγουμένῳ νοῦν ἔχειν καὶ δύνασθαι αὑτὴν σκοπεῖν. ὕστερον δὲ ἀφῆκας ἐκείνην, ἅτε τὸν ἀνθρώπινον λόγον ἀρνουμένην μὴ οἷόν θ’ αὑτὴν τίκτειν, ἀντεῖπεν ὡς τὸ πᾶν φύσαιτο διὰ κίνησίν τινα διαλεκτικὴν νοῦ ἑκάστου, αὑτοῦ ἀρξαμένου τὴν αἰσθήσεων κατασκευὴν σκοπεῖν, τοῦτό ἐστι τὸ νυνὶ καὶ ταυτῃί, καὶ προελθόντος τοῦ χρόνου ἅμα τῷ κοσμικῷ νῷ καθεστηκότι δι’ ἀφαιρέσεως τινὸς τῶν καθ’ ἕκαστον ἀληθῶν τελευτῶντος αὑτὸν καθόλου μεμαθηκότος· τὰ δὲ νόμιμα, ὥσπερ τὰ θεῖα καὶ πολιτικὰ καὶ ὁ νόμος, ὡς μέρη ταύτης τῆς διαλεκτικῆς κινήσεως συνετὰ γένοιτο.
Τὰ τοῦ Ἑγέλου
[edit | edit source]- Διαφορά τῶν Φιχτικῆς καὶ Σελιγγικῆς φιλοσοφίας μεθόδων (1801)
- Φαινομενολογία τοῦ νοῦ (1807)
- Ἐπιστήμη τῆς λογικῆς (1812, 1813, 1816)
- Ἐγκυκλοπαιδεία τῶν φιλοσόφων ἐπιστημῶν (1817)
- Στοιχεία τῆς περὶ τοῦ δικαίου φιλοσοφίας (1821)
Ἐσωτερικοὶ σύνδεσμοι
[edit | edit source]Ἐξωτερικοὶ σύνδεσμοι
[edit | edit source]Τὰ Οὐικικοινὰ πλείω περιέχουσι περὶ τοῦ θέματος: Γεώργιος Γουλιέλμος Φρειδερίκος Ἕγελος. |