Wp/grc/Βουκέφαλος

Ὁ Βουκέφαλος (ὄνομα σημαῖνον «βοὸς κεφαλήν») ἦν ὁ περίφημος ἵππος Ἀλεξάνδρου τοῦ Μακεδόνος, παρὰ τοῖς ἀρχαίοις γνώριμος.[1] Γεννηθεὶς περὶ τὸ 355 π.Χ., ἔμεινεν ἀχώριστος τοῦ δεσπότου μέχρι τῆς ἑαυτοῦ τελευτῆς ἐν τῇ πρὸς τὸν Ὑδάσπην μάχῃ (326 π.Χ.), παρὰ τὴν νῦν λεγομένην Παντζάμπην χώραν. Τὴν ἐπωνυμίαν ἴσως ἔλαβεν ἀπὸ στίγματός τινος ταυροκεφάλου ἐπὶ τοῦ σώματος· ὁ δὲ Ἀλέξανδρος, τιμῶν τὸν ἵππον, ὕστερον πόλιν ἔκτισεν παρὰ τὸν ποταμὸν καὶ Βουκέφαλον ὠνόμασεν.
Ἡ ἡμέρωσις τοῦ Βουκεφάλου
[edit | edit source]Ὁ λόγος ὡς Ἀλέξανδρος τὸν ἄτακτον Βουκέφαλον ἐδάμασε τῶν νεανικῶν διηγημάτων ἐπιφανέστατός ἐστιν. ὡς δωδεκαετὴς ἢ τρισκαιδεκαετής ὢν ἠξίωσεν ἐᾶσαι αὐτὸν πειρᾶσθαι. τὸν μὲν ἵππον εὐθύνων ἀντικρὺ τῷ ἡλίῳ ἵνα μὴ τὴν ἑαυτοῦ σκιὰν ὁρῷη, τῇ δὲ χλαμύδι χρώμενος πρὸς ἀπαγωγήν, ἐδάμασε ὃν οὐδεὶς ἄλλος ἐδυνήθη δαμάσαι. ὁ δὲ πατὴρ θαυμάσας ἔφη ὅτι «ἡ Μακεδονία σοι σμικρὰ ἐστίν.»
Μυθικωτέρα παράδοσις
[edit | edit source]Κατὰ δὲ τὴν μυθικωτέραν παράδοσιν ὁ ἵππος θαυμαστῶς ἐγεννήθη, ἐστίγμενος σήματι ταύρου· καὶ χρησμὸς ἐλέγετο ὡς ὁ μέλλων κοσμοκράτωρ, ὅταν ἐπιβῇ, γνωσθήσεται.
Σύντροφος ἐν πολέμῳ
[edit | edit source]Ἀπὸ τῆς δαμάσεως ἔπειτα ὁ Βουκέφαλος ἦν ἀχώριστος Ἀλεξάνδρῳ ἐν πάσαις ταῖς μάχαις, καθάπερ οἱ ἀθάνατοι ἵπποι τοῦ Ἀχιλλέως ἐν τῇ Ὁμήρου ποιήσει· ἐγένετο δὲ σύμβολον ἀρετῆς πολεμικῆς καὶ φιλίας ἀνδρὸς καὶ ἵππου.
Θάνατος καὶ τιμή
[edit | edit source]Ὁ Βουκέφαλος ἤτοι γήρᾳ ἢ τραύμασιν ἀπέθανεν ἐν τῇ πρὸς τὸν Ὑδάσπην μάχῃ.[2], ὁ δ᾽ Ἀλέξανδρος, τιμῶν τὸν σύντροφον, πόλιν παρὰ τὸν ποταμὸν ἔκτισεν καὶ Βουκέφαλον ὠνόμασεν, ἔνθα καὶ τὸν ἵππον ἔθαψεν.
Μνήμη καὶ μῦθος
[edit | edit source]Χρόνῳ ὕστερον ὁ περὶ Βουκεφάλου μῦθος ἔτι μᾶλλον προσεπλέκετο τῇ Ἀλεξάνδρου δόξῃ· ἔνιοι δ᾽ ἔφασαν τὴν γένεσιν καὶ τὴν τελευτὴν ἀμφοῖν ὁμοχρόνως γενέσθαι, ὡς πεπρωμένον αὐτοῖς ἅμα λαμπρυνθῆναι καὶ τελευτῆσαι. παρίσταται δὲ ὁ Βουκέφαλος ἐν πολλοῖς τοῖς περὶ Ἀλέξανδρον λόγοις καὶ ἐν χειρογράφοις εἰκονίζεται.
Ἀναφοραί
[edit | edit source]