Wp/grc/Βασίλειος Τσιτσάνης
Βασίλειος Τσιτσάνης (Νεοελληνιστί: Βασίλης Τσιτσάνης, γεννηθεὶς τῇ 18ῃ Ἰανουαρίου 1915 ἐν Τρίκκῃ Θεσσαλίας, τεθνηκὼς τῇ 18ῃ Ἰανουαρίου 1984 ἐν Λονδίνῳ) εὐκλεέστατος μουσικοσυνθέτης καὶ βουζουκοτεχνίτης ῥεμβετικῶν ᾀσμάτων ἦν.
Συνέθεσεν γὰρ πλέον τῶν πεντακοσίων ᾀσμάτων καὶ μνήμης δεσπόζει εὐδόξως ἐν μελωδικῷ κηληθμῷ .
Ἅμα δὴ τῷ Τσιτσάνῃ παιδὶ γεγονότι ἠράσθη κομιδῇ τῆς μουσικῆς μαθὼν μαντολίνον καὶ μπουζούκιον. Κατὰ τὴν τοῦ ,αϡλϚ´ (1936) ὀπώραν ἧκεν εἰς Ἀθήνας σπουδάσων αὐτὸν τὴν Νομικήν, ὅμως δὲ πρὶν αὐτοῦ ἐθέλχθη τοσοῦτον ταῖς τότε ἀνθούσαις μελῳδίαις τοῦ ῥεμβετικοῦ ᾄσματος ἐφυμνοῦντι τὰ πάθη καὶ τὸν ὁπωσοῦν κάματον, ὥστε οὐκ ἂν δύναιτο ἔτι προσέχειν τὸν νοῦν πλέον τῇ ἐπιστήμῃ ἢ τῆς μουσικῆς. Πρῶτόν γε ἐθαύμασε τὰ τοῦ Βαγγέλη Παπαζόγλου καὶ τοῦ Μάρκου Βαμβακάρη ᾄσματα. Εἶτα χρόνου δὴ ἱκανοῦ διαγεγονότος, ὅτε πως ἐπεπάνθη μουσικῶς καὶ ἐθὰς ταύτης τῆς ζωῆς γενόμενος, ἐνεφανίσθη ᾄδων ἔν τινι καπηλείῳ ὀνομαζόμενον «Μπιζέλια», οὗ ὀφθεὶς προσέτυχε τῷ Δημητρίῳ Περδικοπούλῳ καὶ λαβόμενον τῶν ἐκείνου πρώτων ᾀσμάτων ἐκόμισεν εἰς τὴν ODEON. Τὸ πάντων μὴν πρῶτον ὠνομάσθη «Σ’ έναν τεκέ μπουκάρανε».
Μεταξὺ τοίνυν ,αϡλζ´-,αϡμ´ (1937-1940) ἔγραψε ᾄσματα ἅπερ ᾔσθησαν ὑπὸ τῶν Περδικοπούλου, Στράτου Παγιουμτζῆ, Μάρκου Βαμβακάρη, Στελλάκη Περπινιάδη καὶ ἄλλων περιφανῶν γε ἀειδῶν τοῦ ῥεμβετικοῦ εἴδους, ὧν ἐκοινώνει ὁ Τσιτσάνης αὐτοῖς, συλλήπτωρ πως, δευτέρᾳ φωνῇ χρώμενος ὑπ’ αὐτούς
Ἐπιπεσόντος μέντοι τοῦ Β´ Παγκοσμίου πολέμου οὐκ ἔπαυσε κατοικεῖν ἐν Θεσσαλονίκῃ, τῇδε ἐπὶ τεττάρων ἐτῶν διηύθυνε τὸ σφέτερον αὐτοῦ καπηλεῖον ἐπίκλην «Οὐζερὶ Τσιτσάνης» λεγόμενον (τὰ ἔτη ,αϡμβ´-,αϡμϚ´ [1942-1946]) ὃ ἔκειτο ἐπὶ τῇ ὁδῷ «Παύλου Μελᾶ κβ´ (22)». Ἐκεῖ παννυχίζων ἔγραψέ τινα τῶν ἄχρι νῦν ἀξιόχρεων καὶ περισήμων ᾀσμάτων οἷον τὴν «Συννεφιασμένην Κυριακήν». Ταῦτα δ’ οὖν ὡς εἰκὼς ἠχογραφήθησαν παυθέντος τοῦ πολέμου καὶ ἐκεῖθεν ἀκροώμενα ὑπὸ πληθύος ἀνθρώπων ᾄδονται ἔτι καὶ σήμερον.
Τῷ ,αϡμβ´ (1942) ἐγήματο τὴν Γρεβενόθεν Ζωὴν Σαμαρᾶ μεθ’ ἣν συνῴκει πῃ ἐπὶ ἐννεακαίδεκα ὅλους μῆνας. Τοῦτον γοῦν ἐνύμφευσεν ὁ κυβερνήτης τῆς ἐπὶ τῇ Θεσσαλονίκῃ χωροφυλακῆς, ἑταῖρός τε ὢν τοῦ Τσιτσάνη, Νικόλαος Μουσχουντῆς. Παῖδες ἴσμεν αὐτῷ δύο τοι ἤστην, ὁ Κώστας καὶ ἡ Βικτωρία. Ἐπανιὼν δὲ αὖθις τῷ ,αϡμη´ (1948) εἰς Ἀθήνας ὑπὸ τῆς ἀεὶ παλιντρόπου ζωῆς ἤρχετο ἠχογραφῶν καινὰ ᾄσματα, ταύτῃ ἀοιδοὶ οἷον ἡ Σωτηρία Μπέλλου, ἡ Ἰωάννα Γεωργακοπούλου, ἡ Μαρίκα Νίνου, καὶ ὁ Πρόδρομος Τσαουσάκης εὐκλεεῖς γέγοναν. Ἀφ’ ὅτου δῆτα οὗτος κλεινὸς ἐγένετο ἐνίοτε ἐν σταδίοις ἢ καθόλου ἀνεῳγμένοις χώροις ἐκάλει τοὺς πολίτας (διαπεσούσης τῆς Δικτακτορίας) ἐλθεῖν ἀκροωμένους, πρᾶγμα τὸ πρῶτον μὲν δὴ τότε γιγνόμενον διὰ τὸ ῥεμβέτικον ᾆσμα, ἅτε ὁπότε ἐξανισταίη τὸ μπουζούκιον ἔγεμεν ἂν λαοῦ τοὺς χώρους ὅπως ἂν ἐκείνου ἀκούσαιεν ἐκεῖνα τὰ περὶ τὸν τῆς λευγαλέας μεταπολεμικῆς ὥρας ᾄσματα.
Δημοσίᾳ μέντοι ἔπαυσεν ἐμφανιζόμενος ἐν τιμῆς ἕνεκεν μουσικῇ ἑορτῇ ἀπεργαζομένης ὑπὸ τὸν Δῆμον Νικαίας ἐν ᾗ πρὸς αὐτοῖς τινες ἦσαν ὅ τε δήμαρχος Στέλιος Λογοθέτης σὺν τῷ μουσικοσυνθέτῃ Μίκῃ Θεοδωράκῃ. Καθά φησί πως ὁ Λάμπρος Λιάβας τὸ ῥεμβέτικον αὖτε συνηκμηκέναι πῃ τῷ Τσιτσάνῃ ὅς ἀνέσπασεν τοῦτο ὅπως ἂν ἀναβῇ τὰς τάξεις πάντων τῶν Ἑλλήνων ἀπὸ μόνων ἄχρι τότε τῶν κατωτάτων, ἡδομένων αὐτῷ, ἀλιταινομένων καὶ παρανομούντων τῆς οὑτινοσοῦν πόλεως πρός τε τοὺς τῆς ἀνωτέρας τάξεως ἀνθρώπους. Τοιγαροῦν ἐπ’ ἐκείνῳ τούτῳ ὁ τῆς Γλυφάδος δῆμος διήμειψε τοῦ ὀνόματος τῆς πρῴην ὁδοῦ Βάου τὸ ὄνομα τοῦ Τσιτσάνη.
Βεβίωκεν ἠχογραφῶν ἑκατοντάδας ἡδυτάτων καὶ δημοφιλεστάτων μελωδιῶν, σὺν ἀοιδοῖς περικλεεστάτοις, αἰεὶ δὴ εὔχειρ δαιμονίᾳ βαγλαμαδοτέχνῃ ῥιγεδανῇ.
Σύνδεσμοι Ἐξώτεροι
[edit | edit source]- Τάγμα τηλεγραφητῶν
- Σφυρίζει η φάμπρικα
- Συννεφιασμένη Κυριακή
- Αντιλαλούνε τα βουνά
- Γιατί με ξύπνησες πρωί