Wp/grc/Αἴτια
| Αἴτια | ||||||||
|---|---|---|---|---|---|---|---|---|
|
Τὰ «Αἴτια» Ἑλληνικὸν ἀρχαῖον ποίημα Καλλιμάχου τοῦ Ἀλεξανδρέως ἐστίν. Ὅπερ δὲ ποίημα αἰτιολογικόν, μύθους πολλοὺς ἀρχαίους ἐν τέτταρσι βιβλίοις ἐλεγειακοῖς διστίχοις παρατίθεται. Καίπερ τοῦ χρόνου τῆς συντάξεως τοῦ ποιήματος οὐκ ἀκριβῶς ὡρισμένου, οἱ φιλόλογοι κρίνουσιν αὐτὸ γεγράφθαι μεταξὺ τῶν ἐτῶν ͵ζοʹ (270) καὶ ͵σμʹ (240) πρὸ Χριστοῦ.
Ἐκ τῆς παλαιᾶς ποιητικῆς παραδόσεως ἀναδυόμενον—ἧς ἡ ῥίζα εἰς τὰ Ὁμήρου ἔπη ἀνάγεται—τὸ ποίημα ἀρχαιότατον μαρτύριον παρέχει σχεδὸν πᾶσι τοῖς μύθοις οἷς διηγεῖται. Οἱ μῦθοι τοῦ πρώτου καὶ τοῦ δευτέρου βιβλίου σύνθεσιν διαλεκτικὴν ἔχουσιν, ἐν ᾗ πρόσωπα ἢ ἐν διαλόγῳ ἢ ἐν ἀγῶνι λόγων ἀντιλέγουσιν. Τὰ δὲ τρίτα καὶ τέταρτα βιβλία σκηνὰς ποικίλας καὶ δραματικῶς συνδεδεμένας παριστᾶσιν. Δύο ἐλεγεῖαι, τῇ Βερενίκῃ τῇ δευτέρᾳ τῆς Αἰγύπτου ἀνατεθειμέναι—«ἡ Νίκη Βερενίκης» καὶ «ὁ Πλόκαμος Βερενίκης»—τὸ δεύτερον μέρος τοῦ ποιήματος ἐξαιροῦσιν.
Σχόλια
[edit | edit source]- ↑ Εἰ καὶ ὁ χρόνος τῆς συντάξεως τοῦ ποιήματος μὴ ἀκριβῶς ὁρίζηται, οἱ φιλόλογοι κρίνουσιν αὐτὸ γεγράφθαι μεταξὺ τῶν ἐτῶν ͵ζοʹ (270) καὶ ͵σμʹ (240) πρὸ Χριστοῦ.