User:PastelKos/ΟΚΑΔ

From Wikimedia Incubator

Τὸ Οἰκουμενικὸν Κήρυγμα τῶν Ἀνθρωπίνων Δικαίων (ΟΚΑΔ) ἑρμηνευθὲν ἑλληνιστὶ ὑπὸ Χρήστου Νικολάου Κωστελίδου

Οἰκουμενικὸν Κήρυγμα τῶν Ἀνθρωπίνων Δικαίων[edit | edit source]

Προοίμιον[edit | edit source]

Ἅτε δὴ τῆς ἐπιγνώσεως τῆς τε συμφύτου πᾶσι τῆς ἀνθρωπίνης οἰκίας μέλοις σεμνότητος καὶ τῶν ἴσων καὶ ἀναφαιρέτων δικαίων αὐτῶν οὔσης ἡ θεμέλιος ἐλευθερίας, δίκης καὶ εἰρήνης ἐν τῇ οἰκουμένῃ,

Ἅτε δὴ τῆς καταφρονήσεως καὶ ἀμελείας τῶν ἀνθρωπίνων δικαίων τελευτησασῶν εἰς βαρβάρους πράξεις ᾐκισμένας πάντας τοὺς ἀνθρώπους, καὶ τῆς ἀφίξεως εἰς οἰκουμένην ἐν ᾗ ἄνθρωποι ἐλεύθεροι ἀπολαύσοιντο παρρησίας καὶ τοῦ ἐλευθέρως νομίζειν καὶ λύσεως ἀπὸ φόβου καὶ ἀθλιότητος κεκηρυγμένης ὑπάτης δημοτικῆς ἐλπίδος,

Ἅτε δὴ ἀναγκαῖον ὄν, ὅπως ἂν ἄνθρωπος μὴ ἀναγκάζηται ὡς ἐσχάτη καταφυγὴ πρὸς τὸ ἀφίστασθαι κατὰ τυραννίδος καὶ ἀδικίας, φυλάσσεσθαι τὰ ἀνθρώπινα δίκαια ὑπὸ δίκης καὶ νόμου,

Ἅτε δὴ ἀναγκαῖον ὂν τρέφεσθαι τὴν αὔξην τῶν προσφιλῶν ἀναγκαίων μεταξὺ τῶν ἐθνῶν,

Ἅτε δὴ τῶν λαῶν τῶν Ἡνωμένων Ἐθνῶν ταῖσδε συνθήκαις ἰσχυρισθέντων πάλιν τε τὴν πίστιν αὐτῶν εἰς τὰ ἀρχοειδῆ δίκαια τοῦ ἀνθρώπου, εἰς τὴν σεμνότητα καὶ ἀξίαν τοῦ ἀνθρώπου, εἰς τὰ ἴσα δίκαια ἀνδρῶν καὶ γυναικῶν τε καὶ δεδογμένων τρέφειν τὴν κοινωνικὴν προκοπὴν καὶ τὸ ζῆν βελτίοσι κανόσιν ἐν εὐρυτέρᾳ ἐλευθερίᾳ,

Ἅτε δὴ τῶν πολιτειῶν μελῶν ἅμα τοῖς Ἡνωμένοις Ἔθνεσιν ἠγγυημένων περὶ πολλοῦ ποιεῖσθαι τὴν οἰκουμενικὴν ἐπίδοσιν εἰς τὰ ἀνθρώπινα δίκαια καὶ τὰς ἀρχοειδεῖς ἐλευθερίας καὶ τὴν θεραπείαν αὐτῶν,

Ἅτε δὴ τῆς κοινῆς φρονήσεως περὶ τούτων τῶν δικαίων καὶ ἐλευθεριῶν μεγίστης ἀξίας οὔσης ὅπως ἂν ἡ ὑπόσχεσις ἥδε διὰ τέλους ἐξεργάζηται,

Η ΠΑΓΚΟΙΝΟΣ ΕΚΚΛΗΣΙΑ

κηρύσσει τοίνυν τόδε τὸ Οἰκουμενικὸν Κήρυγμα τῶν Ἀνθρωπίνων Δικαίων κοινὸν ἀγώνισμα ποιεῖσθαι πάντων τῶν λαῶν καὶ ἐθνῶν, ὥστε ἕκαστος ἄνθρωπος καὶ δύναμις τῶν κοινῶν, μιμνησκόμενοι διαμπερὲς τούτου κηρύγματος, ζητεῖν τε παιδείᾳ καὶ διδασκαλίᾳ προκόπτειν τὴν σέβασιν τῶνδε τῶν δικαίων καὶ ἐλευθεριῶν τε καὶ προαιρέσεσι πρόοδον φερούσαις καὶ ἐγχωρίοις καὶ κοιναῖς βεβαιοῦν τὴν τούτων ἐπίγνωσιν καὶ θεραπείαν καὶ ἐν τοῖς λαοῖς τῶν πολιτειῶν μελῶν καὶ ἐν τοῖς λαοῖς τῶν χωρῶν ὑπὸ τὸ κῦρος αὐτῶν οὐσῶν.

Γράμματα[edit | edit source]

Γράμμα Α΄[edit | edit source]