Wp/grc/Ἰουστινιανός Α'

From Wikimedia Incubator
Wp > grc > Ἰουστινιανός Α'
< Wp‎ | grc
Jump to: navigation, search
[ Κοινῇ ] [ Ἰωνικῇ ]
Ἰουστινιανός Α'

Ἰουστινιανός Α' ἦν βασιλευς Βυζαντινός ἀπὸ τοῦ ἐνιαυτοῦ 527 ἕως τοῦ ἐνιαυτοῦ 565.

Οὗτος κτίσας τὴν ἁγίαν Σοφίαν ἐκάθηρε τὴν αὐλὴν καὶ ἐμαρμάρωσεν αὐτήν, τὸ πρὶν οὖσαν Αὐγουστεῖον, ὁ ἑρμηνεύεται ὀψοπώλιον: καὶ ἔστησε τὴν ἑαυτοῦ εἰκόνα ἐπὶ κίονος ἔφιππον: καὶ τῇ μὲν ἀριστερᾷ χειρὶ φέρει σφαῖραν, ἐμπεπηγότος σταυροῦ ἐν αὐτῇ, ὑποσημαίνοντος, ὡς διὰ τῆς εἰς τὸν σταυρὸν πίστεως τῆς γῆς ἐγκρατὴς γέγονε: σφαῖρα μὲν γὰρ ἡ γῆ διὰ τὸ σφαιροειδὲς τοῦ αὐτῆς σχήματος, πίστις δὲ ὁ σταυρὸς. τὴν δὲ δεξιὰν χεῖρα ἀνατεταμένην ἔχων κατὰ ἀνατολάς, στάσιν τῶν Περσῶν σημαίνων καὶ μὴ μεταβαίνειν ἐπὶ τῆς Ῥωμαϊκῆς γῆς, διὰ τῆς ἀνατάσεως καὶ ἀπώσεως τῶν χειρῶν βοῶν: στῆτε καὶ μὴ πρόσω χωρεῖτε: οὐ γὰρ συνοίσει ὑμῖν.

ἐξωτερικοὶ σύνδεσμοι [edit]