Wp/grc/Φλέγων ὀ Τραλλιανός

From Wikimedia Incubator
< Wp‎ | grc
Wp > grc > Φλέγων ὀ Τραλλιανός

Φλέγων ὀ Τραλλιανός, ἀπελεύθερος τοῦ Σεβαστοῦ καίσαρος, οἱ δὲ Ἀδριανοῦ φασιν, ἱστορικός, ἔγραψεν Ὀλυμπιάδας ἐν βιβλίοις ιστ (16): ἔστι δὲ μέχρι τῆς σκθ (229) ὀλυμπιάδος τὰ πραχθέντα πανταχοῦ:

τὰ δὲ αὐτὰ ἐν βιβλίοις η(8): Ἔκφρασιν Σικελίας, Περὶ μακροβίων καὶ θαυμασίων, Περὶ τῶν παρὰ Ῥωμαίοις ἑορτῶν βιβλία γ (3) ,

Περὶ τῶν ἐν Ῥώμῃ τόπων καὶ ὧν ἐπικέκληνται ὀνομάτων, Ἐπιτομὴν ὀλυμπιονικῶν ἐν βιβλίοις β (2), καὶ ἄλλα.

τούτου τοῦ Φλέγοντος, ὥς φησι Φιλοστόργιος, ὅσον τὰ κατὰ τοὺς Ἰουδαίους συμπεσόντα διὰ πλείονος ἐπεξελθεῖν τοῦ πλάτους, Φλέγοντος καὶ Δίωνος βραχέως ἐπιμνησθέντων καὶ παρενθήκην αὐτὰ τοῦ οἰκείου λόγου ποιησαμένων. ἐπεὶ τῶν γε εἰς εὐσέβειαν καὶ τὴν ἄλλην ἀρετὴν ἑλκόντων οὐδ' ὁτιοῦν οὐδ' οὗτος δείκνυται πεφροντικώς, ὅνπερ οὐδ' ἐκεῖνοι τρόπον. τοὐναντίον μὲν οὖν ὁ Ἰώσηπος καὶ δεδοικότι ἔοικε καὶ εὐλαβουμένῳ ὡς μὴ προσκρούσειεν Ἕλλησι.[1]

Ἀναφοραί[edit | edit source]

  1. Φλέγων, Suda Online - stoa.org