Wp/grc/Δειπνοσοφισταί

From Wikimedia Incubator
< Wp‎ | grc
Wp > grc > Δειπνοσοφισταί
Δειπνοσοφισταί, ἔκδοσις τοῦ 1657

Οἱ Δειπνοσοφισταί εἰσι διάλογος ἐν πεντεκαίδεκα βιβλίοις γραφεὶς ὑπὸ τοῦ Ἀθηναίου. Οἱ σοφισταὶ δειπνίζοντες λέγουσι περὶ παντοδαπῶν χρημάτων, σίτου, οἴνου, συμποσίων, ὀνομάτων ἀρχαίων.

   Οὐδεὶς φιλοπότης ἐστὶν ἄνθρωπος κακός.    
  ... οἶνος φιλολόγους πάντας ποιεῖ τοὺς πλείονα πίνοντας αὐτόν. 
 ... ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις. 
 ...Εὔβουλος δὲ ποιεῖ τὸν Διόνυσον λέγοντα·
Τρεῖς γὰρ μόνους κρατῆρας ἐγκεραννύω
τοῖς εὖ φρονοῦσι· τὸν μὲν ὑγιείας ἕνα,
ὃν πρῶτον ἐκπίνουσι· τὸν δὲ δεύτερον
ἔρωτος ἡδονῆς τε· τὸν τρίτον δ´ ὕπνου,
ὃν ἐκπιόντες οἱ σοφοὶ κεκλημένοι
οἴκαδε βαδίζους´. Ὁ δὲ τέταρτος οὐκ ἔτι
ἡμέτερός ἐστ´, ἀλλ´ ὕβρεος· ὁ δὲ πέμπτος βοῆς·
ἕκτος δὲ κώμων· ἕβδομος δ´ ὑπωπίων·
ὁ δ´ ὄγδοος κλητῆρος· ὁ δ´ ἔνατος χολῆς·
δέκατος δὲ μανίας, ὥστε καὶ βάλλειν ποιεῖ.
Πολὺς γὰρ εἰς ἓν μικρὸν ἀγγεῖον χυθεὶς
ὑποσκελίζει ῥᾷστα τοὺς πεπωκότας.

Σύνδεσμοι[edit | edit source]

wikiquote:Athenaeus